previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[349] πνεύματι, ὡς δοῦλον δεσπότῃ, τρυφῆς καὶ ἀναπαύσεως ἐπιλαθόμενος πάντη, τῷ ὕπνῳ δὲ ὡς κακῷ προστάσσων οἰκέτῃ. καὶ, ἁπλῶς εἰπεῖν, τοσοῦτος ἦν αὐτῷ ἀγὼν τῆς ἀσκήσεως, ὡς καὶ αὐτὸν θαυμάζειν τὸν πολλοὺς ἐν ταύτῃ χρόνους διενεγκόντα Βαρλαάμ, καὶ τῆς καρτερᾶς αὐτῷ ἡττᾶσθαι ἐνστάσεως. τοσοῦτον μὲν γὰρ τῆς σκληρᾶς ἐκείνης καὶ ἀπαρακλήτου μετελάμβανε βρώσεως, ὅσον ἀποζῆν μόνον, καὶ μὴ βιαίως θανόντα τοὺς μισθοὺς ζημιωθῆναι τῆς τῶν καλῶν ἐργασίας. οὕτω δὲ εἰς τὸ ἀγρυπνεῖν τὴν φύσιν ὑπέταξεν, ὡς ἄσαρκός τις καὶ ἀσώματος. εὐχῆς δὲ αὐτῷ καὶ τῆς νοερᾶς ἐργασίας ἄληκτον τὸ ἔργον ἦν, καὶ ἅπας τῆς ζωῆς χρόνος εἰς θεωρίας ἀνηλίσκετο πνευματικάς τε καὶ οὐρανίους, ὡς μὴ ὥραν, μὴ στιγμὴν αὐτὸν τοπαράπαν ζημιωθῆναι, ἀφ̓ οὗπερ τὴν ἔρημον ᾤκησε ταύτην. [p. 582] τοῦτο γὰρ ἔργον μοναχικῆς τάξεως, τὸ μηδέποτε ἀργὸν τῆς πνευματικῆς ἐργασίας εὑρεθῆναι: δὴ καλῶς κατώρθωσεν γενναῖος καὶ εὐσταλὴς σταδιοδρόμος τῆς οὐρανίου πορείας. καὶ ἄσβεστον αὐτοῦ τὴν θέρμην ἐφύλαξεν ἀπ̓ ἀρχῆς μέχρι 1 τέλους, ἀναβάσεις ἀεὶ ἐν καρδίᾳ τιθέμενος, καὶ ἐκ δυνάμεως εἰς ὑψηλοτέραν μεταβαίνων δύναμιν, πόθῳ πόθον καὶ σπουδὴν σπουδῇ διηνεκῶς προστιθείς, ἕως ἔφθασεν εἰς τὴν ἐλπιζομένην καὶ ποθουμένην μακαριότητα.

1 Cp. Ps. lxxxiv. 6

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: