previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[344] ἀλλὰ τῷ πόθῳ τοῦ Δεσπότου φλεγομένη ἀδαμαντίνη ψυχὴ ἐκείνη καὶ ἀήττητος ῥᾷον ἤνεγκε τὰ λυπηρὰ ταῦτα τὰς ἡδονὰς ἕτεροι. διὸ τῆς ἄνωθεν οὐ διήμαρτε συμμαχίας, ἀλλά, κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν αὐτοῦ καὶ πόνων, αἱ παρὰ τοῦ ποθουμένου Χριστοῦ ἐγγινόμεναι παρακλήσεις καθ̓ ὕπνους τε καὶ καθ̓ ὕπαρ 1 εὔφραναν τὴν ψυχὴν αὐτοῦ. συμπληρουμένης δὲ τῆς διετίας, Ἰωάσαφ μὲν ἀπαύστως περιῄει ζητῶν τὸν ποθούμενον, καὶ ἐποτνιᾶτο πρὸς τὸν Θεὸν δάκρυα ποταμηδὸν τῶν ὀφθαλμῶν προχεόμενος, καί, Δεῖξόν μοι, Δέσποτα, βοῶν, δεῖξόν μοι τὸν αἴτιόν μοι τῆς σῆς ἐπιγνώσεως καὶ τῶν τοσούτων [p. 574] ἀγαθῶν γενόμενόν μοι πρόξενον: καὶ μή, διὰ τὸ πλῆθος τῶν ἀνομιῶν μου, καλοῦ με τοσούτου στερήσῃς. ἀλλ̓ ἀξίωσόν με ἰδεῖν τε αὐτὸν καὶ ἴσον αὐτῷ τὸν ἀγῶνα τῆς ἀσκήσεως θέσθαι. Εὑρίσκει δὲ Θεοῦ χάριτι σπήλαιον, ἰχνηλατήσας τῶν ἐκεῖσε πορευομένων τὴν τρίβον. καὶ μοναχῷ τινι ἐντυγχάνει τὸν ἐρημικὸν μετιόντι

1 Ps. xciv. 19

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: