previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἔμεινε δὲ Ἰωάσαφ διετίαν ὅλην κατὰ τὸ πέλαγος τῆς ἐρήμου ταύτης ἀλώμενος καὶ μὴ εὑρίσκων τὸν Βαρλαάμ, τοῦ Θεοῦ κἀνταῦθα τὸ στερρὸν τοῦ λογισμοῦ αὐτοῦ καὶ τὸ τῆς ψυχῆς γενναῖον δοκιμάζοντος. καὶ ἦν οὕτως αἴθριος συγκαιόμενος τῷ καύσωνι καὶ τῷ κρύει πηγνύμενος καὶ ἀπαύστως ζητῶν ὥσπερ τινὰ θησαυρὸν πολύτιμον τὸν τιμιώτατον γέροντα. πολλοὺς δὲ ὑπέμεινε πειρασμοὺς καὶ πολέμους τῶν πονηρῶν πνευμάτων, καὶ πολλοὺς ὑπήνεγκε πόνους τῆς τῶν βοτανῶν ἐνδείας, ἃς εἰς τροφὴν ἐκέχρητο, ὅτι καὶ ταύτας ξηρὰ οὖσα ἔρημος ἐνδεῶς ἐβλάστανεν. [344] ἀλλὰ τῷ πόθῳ τοῦ Δεσπότου φλεγομένη ἀδαμαντίνη ψυχὴ ἐκείνη καὶ ἀήττητος ῥᾷον ἤνεγκε τὰ λυπηρὰ ταῦτα τὰς ἡδονὰς ἕτεροι. διὸ τῆς ἄνωθεν οὐ διήμαρτε συμμαχίας, ἀλλά, κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν αὐτοῦ καὶ πόνων, αἱ παρὰ τοῦ ποθουμένου Χριστοῦ ἐγγινόμεναι παρακλήσεις καθ̓ ὕπνους τε καὶ καθ̓ ὕπαρ 1 εὔφραναν τὴν ψυχὴν αὐτοῦ. συμπληρουμένης δὲ τῆς διετίας, Ἰωάσαφ μὲν ἀπαύστως περιῄει ζητῶν τὸν ποθούμενον, καὶ ἐποτνιᾶτο πρὸς τὸν Θεὸν δάκρυα ποταμηδὸν τῶν ὀφθαλμῶν προχεόμενος, καί, Δεῖξόν μοι, Δέσποτα, βοῶν, δεῖξόν μοι τὸν αἴτιόν μοι τῆς σῆς ἐπιγνώσεως καὶ τῶν τοσούτων [p. 574] ἀγαθῶν γενόμενόν μοι πρόξενον: καὶ μή, διὰ τὸ πλῆθος τῶν ἀνομιῶν μου, καλοῦ με τοσούτου στερήσῃς. ἀλλ̓ ἀξίωσόν με ἰδεῖν τε αὐτὸν καὶ ἴσον αὐτῷ τὸν ἀγῶνα τῆς ἀσκήσεως θέσθαι. Εὑρίσκει δὲ Θεοῦ χάριτι σπήλαιον, ἰχνηλατήσας τῶν ἐκεῖσε πορευομένων τὴν τρίβον. καὶ μοναχῷ τινι ἐντυγχάνει τὸν ἐρημικὸν μετιόντι [345] βίον. καὶ τούτῳ θερμότατα περιχυθεὶς καὶ ἀσπασάμενος, τοῦ Βαρλαὰμ ἠρώτα τὸ σκήνωμα εὑρεῖν, καὶ τὰ καθ̓ ἑαυτὸν διεξῄει, δῆλα τῷ ἀνδρὶ θέμενος. δἰ αὐτοῦ τοίνυν τὸν τόπον διδαχθεὶς τῆς τοῦ ζητουμένου οἰκήσεως, καταλαμβάνει τάχιστα, ὡς ὅταν θηρευτὴς ἐμπειρότατος ἴχνεσιν ἐπιτύχῃ τοῦ θηράματος. καὶ φθάσας τινὰ σημεῖα τὰ παρὰ τοῦ ἄλλου γέροντος διδαχθέντα αὐτῷ, ἐπορεύετο χαίρων καὶ τῇ ἐλπίδι ῥωννύμενος, ὡς νήπιος ἐκ μακροῦ χρόνου τὸν πατέρα ἐλπίζων θεάσασθαι. ὅταν γὰρ κατὰ Θεὸν πόθος εἰς ψυχὴν ῥαγῇ, πολλῷ τοῦ φυσικοῦ δείκνυται θερμότερός τε καὶ βιαιότερος. Ἐφίσταται τοίνυν τῇ θύρᾳ τοῦ σπηλαίου, καὶ κρούσας, Εὐλόγησον, εἶπε, Πάτερ, εὐλόγησον. ὡς δὲ τῆς φωνῆς ἀκούσας ἐξῆλθεν Βαρλαὰμ τοῦ σπηλαίου, ἐγνώρισε τῷ πνεύματι τόν, κατά γε τὴν ἔξω θέαν, οὐκ εὐχερῶς γνωρισθῆναι δυνάμενον, διὰ τὴν θαυμαστὴν ἐκείνην μεταβολὴν καὶ ἀλλοίωσιν ἣν ἠλλοίωτο καὶ μετεβέβλητο τῆς ὄψεως ἐκείνης τῆς προτέρας 2 καὶ τῆς ὡραῖον ἀνθούσης νεότητος, μεμελανωμένος μὲν ἐκ τῆς ἡλιακῆς καύσεως, κατάκομος δὲ ταῖς θριξίν, ἐκτετηκυίας δὲ τὰς παρειὰς καὶ τοὺς ὀφθαλμοὺς ἔσω που εἰς βάθος δεδυκότας [p. 576] καὶ τὰ βλέφαρα περιπεφλεγμένα ἔχων ταῖς ῥοαῖς τῶν δακρύων καὶ τῇ πολλῇ τῆς ἐνδείας ταλαιπωρίᾳ. ἔγνω δὲ καὶ Ἰωάσαφ τὸν πνευματικὸν πατέρα. τοὺς χαρακτῆρας μάλιστα τῆς ὄψεως ἔχοντα τοὺς αὐτούς. στὰς οὖν εὐθὺς κατὰ ἀνατολάς, γέρων εὐχὴν ἀνέπεμψε τῷ Θεῷ εὐχαριστήριον. καὶ μετὰ τὴν εὐχὴν ἐπειπόντες τὸ [346] ἀμήν, περιλαβόντες τε καὶ περιπτυξάμενοι θερμοτάταις ἠμείβοντο ἀλλήλους περιπλοκαῖς, χρονίου πόθου ἐμφορούμενοι ἀκορέστως. Ἐπεὶ δὲ ἀρκούντως περιέλαβον καὶ προσηγόρευσαν, καθίσαντες διωμίλουν. λόγου δὲ ἀρξάμενος Βαρλαάμ, Καλῶς ἦλθες, ἔλεγε, τέκνον ἠγαπημένον, τέκνον Θεοῦ καὶ κληρονόμε τῆς ἐπουρανίου βασιλείας διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃν ἠγάπησας, ὃν ἐπόθησας δικαίως ὑπὲρ τὰ πρόσκαιρα καὶ φθαρτά: καί, 3 ὡς ἐχέφρων ἔμπορος καὶ σοφός, πάντα πωλήσας, τὸν ἀτίμητον ἐξωνήσω μαργαρίτην, καὶ τῷ ἀσύλῳ ἐντυχὼν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ τῶν ἐντολῶν τοῦ Κυρίου, πάντα δέδωκας μηδενὸς [347] φεισάμενος τῶν ὅσον οὔπω παρερχομένων, ἵνα τὸν ἀγρὸν ἐκεῖνον ἀγοράσῃς ἑαυτῷ. δῴη σοι Κύριος ἀντὶ τῶν προσκαίρων τὰ αἰώνια, ἀντὶ τῶν φθαρτῶν τὰ ἄφθαρτα καὶ μὴ παλαιούμενα. Εἰπὲ γοῦν μοι, φίλτατε, πῶς ἐνταῦθα παρεγένου, πῶς μετὰ τὴν ἐμὴν ἄφιξιν γέγονε τὰ κατὰ σέ, καὶ εἰ ἔγνω τὸν Θεὸν σὸς πατήρ, καὶ εἰσέτι, τῇ προτέρᾳ φερόμενος ἀφροσύνῃ, ὑπὸ τῆς τῶν δαιμόνων ἀπάτης αἰχμαλωτίζεται. Ταῦτα τοῦ Βαρλαὰμ ἐρομένου, ἀναλαβὼν Ἰωὰσαφ τὸν λόγον, ὅσα μετὰ τὴν ἐκείνου ἀποδημιαν [p. 578] γέγονεν αὐτῷ, καὶ ὅσα Κύριος εὐώδωσε μέχρι τῆς αὖθις συνελεύσεως αὐτῶν, πάντα κατὰ μέρος διῄει. δὲ γέρων, ἀκούων σὺν ἡδονῇ καὶ θαύματι, θερμῶς δακρύων, ἔλεγε: Δόξα σοι, Θεὸς ἡμῶν, ἀεὶ παριστάμενος καὶ βοηθῶν τοῖς ἀγαπῶσί σε. δόξα σοι, Χριστέ, Βασιλεῦ τῶν ἁπάντων καὶ Θεὲ πανάγαθε, ὅτι εὐδόκησας τὸν σπόρον, ὃν ἐν τῇ ψυχῇ κατέβαλον τοῦ δούλου σου Ἰωάσαφ, οὕτως 4 ἑκατοστεύοντα καρπὸν ἐνεγκεῖν, ἐπάξιον σοῦ τοῦ γεωργοῦ καὶ Δεσπότου τῶν ἡμετέρων ψυχῶν. δόξα σοι, Παράκλητε ἀγαθέ, τὸ πανάγιον Πνεῦμα, ὅτι ἧς ἔδωκας χάριτος τοῖς ἁγίοις σου ἀποστόλοις, ταύτης μετασχεῖν κατηξίωσας τοῦτον, καὶ πολυάνθρωπα πλήθη τῆς δεισιδαίμονος δἰ αὐτοῦ ἠλευθέρωσας πλάνης καὶ τῇ ἀληθινῇ ἐφώτισας θεογνωσίᾳ. Οὕτω παῤ ἀμφοτέρων ηὐχαριστεῖτο Θεός. καὶ τοιαῦτα ὁμιλούντων καὶ τῇ τοῦ Θεοῦ ἀγαλλιωμένων χάριτι, κατελάμβανεν ἑσπέρα. καὶ [348] δὴ πρὸς εὐχὴν ἀναστάντες τὰς συνήθεις ἐτέλουν λειτουργίας. εἶτα καὶ τροφῆς μνησθέντες, παρετίθει πολυτελῆ Βαρλαὰμ τράπεζαν, τῆς πνευματικῆς πεπληρωμένην καρυκείας, αἰσθητῆς δὲ ἥκιστα μετέχουσαν παρακλήσεως. λάχανα γὰρ ἦσαν ὠμά, ὦν αὐτουργὸς καὶ γεωργὸς ἦν γέρων, καὶ φοίνικες ὀλίγοι ἐν τῇ αὐτῇ εὑρισκόμενοι ἐρήμῳ, καὶ ἄγριαι βοτάναι. εὐχαριστήσαντες οὖν, καὶ τῶν παρατιθεμένων μεταλαβόντες, καὶ ὕδωρ ἐκ 5 τῆς παρατυγχανούσης πηγῆς πιόντες, τῷ ἀνοίγοντι χεῖρα καὶ ἐμπιπλῶντι πᾶν ζῷον αὖθις ηὐχαρίστουν Θεῷ. ἀναστάντες δὲ πάλιν, καὶ τὰς [p. 580] νυκτερινὰς πληρώσαντες εὐχάς, τῆς πνευματικῆς πάλιν μετὰ τὴν εὐχὴν ἥπτοντο ὁμιλίας, λόγους σωτηρίους καὶ τῆς οὐρανίου πεπληρωμένους φιλοσοφίας παῤ ὅλην διεξερχόμενοι τὴν νύκτα, ἕως αὐτοὺς ὄρθρος τῶν συνήθων αὖθις μνησθῆναι εὐχῶν πεποίηκεν. Ἔμεινε δὲ Ἰωάσαφ μετὰ τοῦ Βαρλαὰμ ἱκανοὺς οὑτωσὶ χρόνους, τὴν θαυμαστὴν ταύτην καὶ ὑπὲρ ἄνθρωπον μετερχόμενος πολιτείαν, καὶ ὡς πατρὶ τούτῳ καὶ παιδευτῇ μεθ̓ ὅσης συμπαρομαρτῶν αὐτῷ ὑποταγῆς καὶ ταπεινώσεως, καὶ πρὸς πᾶσαν ἰδέαν γυμναζόμενος ἀρετῆς, ἄριστά τε παιδευόμενος 6 τὴν πάλην τῶν πονηρῶν καὶ ἀοράτων πνευμάτων. ἐντεῦθεν τὰ μὲν πάθη ἐθανάτωσε πάντα: τὸ φρόνημα δὲ τῆς σαρκὸς οὕτω καθυπέταξε τῷ [349] πνεύματι, ὡς δοῦλον δεσπότῃ, τρυφῆς καὶ ἀναπαύσεως ἐπιλαθόμενος πάντη, τῷ ὕπνῳ δὲ ὡς κακῷ προστάσσων οἰκέτῃ. καὶ, ἁπλῶς εἰπεῖν, τοσοῦτος ἦν αὐτῷ ἀγὼν τῆς ἀσκήσεως, ὡς καὶ αὐτὸν θαυμάζειν τὸν πολλοὺς ἐν ταύτῃ χρόνους διενεγκόντα Βαρλαάμ, καὶ τῆς καρτερᾶς αὐτῷ ἡττᾶσθαι ἐνστάσεως. τοσοῦτον μὲν γὰρ τῆς σκληρᾶς ἐκείνης καὶ ἀπαρακλήτου μετελάμβανε βρώσεως, ὅσον ἀποζῆν μόνον, καὶ μὴ βιαίως θανόντα τοὺς μισθοὺς ζημιωθῆναι τῆς τῶν καλῶν ἐργασίας. οὕτω δὲ εἰς τὸ ἀγρυπνεῖν τὴν φύσιν ὑπέταξεν, ὡς ἄσαρκός τις καὶ ἀσώματος. εὐχῆς δὲ αὐτῷ καὶ τῆς νοερᾶς ἐργασίας ἄληκτον τὸ ἔργον ἦν, καὶ ἅπας τῆς ζωῆς χρόνος εἰς θεωρίας ἀνηλίσκετο πνευματικάς τε καὶ οὐρανίους, ὡς μὴ ὥραν, μὴ στιγμὴν αὐτὸν τοπαράπαν ζημιωθῆναι, ἀφ̓ οὗπερ τὴν ἔρημον ᾤκησε ταύτην. [p. 582] τοῦτο γὰρ ἔργον μοναχικῆς τάξεως, τὸ μηδέποτε ἀργὸν τῆς πνευματικῆς ἐργασίας εὑρεθῆναι: δὴ καλῶς κατώρθωσεν γενναῖος καὶ εὐσταλὴς σταδιοδρόμος τῆς οὐρανίου πορείας. καὶ ἄσβεστον αὐτοῦ τὴν θέρμην ἐφύλαξεν ἀπ̓ ἀρχῆς μέχρι 7 τέλους, ἀναβάσεις ἀεὶ ἐν καρδίᾳ τιθέμενος, καὶ ἐκ δυνάμεως εἰς ὑψηλοτέραν μεταβαίνων δύναμιν, πόθῳ πόθον καὶ σπουδὴν σπουδῇ διηνεκῶς προστιθείς, ἕως ἔφθασεν εἰς τὴν ἐλπιζομένην καὶ ποθουμένην μακαριότητα.

1 Ps. xciv. 19

2 Cp. Job xxx. 30; Cant i. 6

3 Mat. xiii. 44-46

4 Mat. xiii. 23

5 Ps. cxlv. 16

6 Cp. Eph. vi. 12

7 Cp. Ps. lxxxiv. 6

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: