previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[339] Καὶ οὕτως ἀμεταστρεπτὶ χωρήσας εἰς τὸ τῆς ἐρήμου βάθος, καὶ ὡς ἄχθος τι καὶ κλοιὸν βαρύτατον ἀποθέμενος τῶν προσκαίρων τὴν σύγχυσιν, εὐφράνθη τῷ πνεύματι, καὶ τῷ ποθουμένῳ ἀτενίσας Χριστῷ, ἐβόα πρὸς αὐτόν, ὡς παρόντι καὶ τῆς φωνῆς ἐπαΐοντι διαλεγόμενος: Μὴ τὰ ἀγαθά, φησί, τοῦ κόσμου τούτου ἴδοι ὀφθαλμός μου ἔτι, Κύριε: μὴ μετεωρισθείην ἀπὸ τῆς δεῦρο τὸν νοῦν ὑπὸ τῆς παρούσης ματαιότητος: ἀλλ̓ ἔμπλησον τοὺς ὀφθαλμούς μου, Κύριε, δακρύων πνευματικῶν 1 καὶ κατεύθυνον τὰ διαβήματά μου, καὶ ὑπόδειξόν μοι τὸν σὸν θεράποντα Βαρλαάμ. ὑπόδειξόν μοι τὸν ἐμοὶ σωτηρίας γενόμενον πρόξενον, ἵνα καὶ τοῦ ἐρημικοῦ βίου τούτου καὶ ἀσκητικοῦ δἰ αὐτοῦ τὴν ἀκρίβειαν μάθοιμι καὶ μὴ τῇ ἀπειρίᾳ τῶν πολέμων τοῦ ἐχθροῦ ὑποσκελισθῶ. δός μοι, Κύριε, τὴν ὁδὸν εὑοεῖν δἰ ἧς ἐπιτύχω σου, ὅτι [p. 566] τέτρωται ψυχή μου τῷ πόθῳ σου, καὶ σὲ διψῶ τὴν πηγὴν τῆς σωτηρίας. Ταῦτα ἔστρεφε καθ̓ ἑαυτὸν ἀεί, καὶ τῷ Θεῷ διελέγετο, διὰ προσευχῆς αὐτῷ καὶ θεωρίας ὑψηλοτάτης ἑνούμενος. καὶ οὕτω συντόνως τὴν ὁδοιπορίαν διήνυε, τὸν χῶρον σπεύδων καταλαβεῖν, ἔνθα Βαρλαὰμ διῆγεν. ἐτρέφετο δὲ ταῖς φυομέναις βοτάναις κατὰ τὴν ἔρημον: οὐδὲν γὰρ 2 ἄλλο ἐπεφέρετο, καθάπερ ἔφθην εἰπών, εἰ μὴ μόνον τὸ σῶμα τὸ ἴδιον καὶ τὸ ῥάκος περιεβέβλητο. Ἀλλὰ τροφὴν μὲν μετρίαν καὶ οὐδαμινὴν ἐκ τῶν βοτανῶν ποριζόμενος, ὕδατος παντελῶς ἠπόρει, ἀνύδρου καὶ ξηρᾶς οὔσης τῆς ἐρήμου

1 Ps. xl. 2

2 p. 562

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: