previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[336] [p. 560] αὐτὸν ἀνεκαλοῦντο, πατέρα, σωτῆρα, εὐεργέτην: Διά σου, φησί, τὸν Θεὸν ἔγνωμεν: τῆς πλάνης λελυτρώμεθα: τῶν κακῶν πάντων ἀνάπαυσιν εὕρομεν. τί λοιπὸν ἔσται ἡμῖν μετὰ τὸν σὸν χωρισμόν; ποῖα οὐ καταλήψεται κακά; τοιαῦτα λέγοντες, τὰ στήθη ἔπαιον, καὶ τὴν κατασχοῦσαν αὐτοὺς ἀνωλοφύροντο συμφοράν. δὲ λόγοις αὐτοὺς παρακλήσεως τῶν πολλῶν κατασιγήσας οἰμωγῶν, καὶ συνεῖναι τῷ πνεύματι ἐπαγγειλάμενος, ὡς τῷ γε σώματι ἀδύνατον ἤδη τοῦτο γενέσθαι, τοιαῦτα εἰπών, πάντων ὁρώντων ἐξέρχεται τοῦ παλατίου. καὶ εὐθὺς πάντες συνείποντο. τὴν ὑποστροφὴν ἀπηγόρευον: τὴν πόλιν, ὡς μηκέτι δυνατὸν ὄμμασιν ὀφθῆναι τοῖς ἑαυτῶν, ἀπεδίδρασκον. ὡς δὲ τῆς πόλεως ἔξω γεγόνασι, μόλις ποτέ, τῇ τομῇ τοῦ λόγου παραινοῦντος αὐτοῦ καὶ δριμυτέραν που τὴν ἐπιτίμησιν ἐπιφέροντος, ἀπ̓ αὐτοῦ διερράγησαν, καὶ ἄκοντες ἐπανήρχοντο, πυκνῶς αὐτοῖς τῶν ὀφθαλμῶν ἐπιστρεφομένων, καὶ τὴν πορείαν τοῖς ποσὶν ἐγκοπτόντων. τινὲς δὲ τῶν θερμοτέρων καὶ ὀδυρόμενοι μακρόθεν ἠκολούθουν αὐτῷ, ἕως νὺξ ἐπελθοῦσα

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: