previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[328] βίου θαυμαζόμενος, Βαραχίας τοὔνομα ῾ὅνπερ 1 καὶ ἀνωτέρω ἐδήλωσεν λόγος, ἡνίκα Ναχὼρ τὸν Βαρλαὰμ ὑποκρινόμενος φιλοσόφοις διελέγετο, καὶ μόνος Βαραχίας ἡτοιμάσθη συμπαραστῆναι αὐτῷ καὶ συναγωνίσασθαι, ζήλῳ θείῳ ἐκκαυθεὶς τὴν καρδίαν, τοῦτον καταμόνας λαβὼν βασιλεύς, προσηνῶς διελέγετο, καὶ θερμότατα ἐδεῖτο παραλαβεῖν τὴν βασιλείαν, καὶ ἐν φόβῳ Θεοῦ [p. 548] τὸν λαὸν αὐτοῦ ποιμᾶναι, ὡς ἂν αὐτὸς τὴν ποθουμένην αὐτῷ πορεύσηται ὁδόν. Ὡς δὲ αὐτὸν ἀπαναινόμενον εἶδε καὶ πάντη ἀπαγορεύοντα, καί, βασιλεῦ, λέγοντα, ὡς ἄδικός σου κρίσις: ὡς οὐ κατ̓ ἐντολὴν σοῦ 2 λόγος: εἰ γὰρ ἀγαπῆσαι τὸν πλησίον ὡς ἑαυτὸν ἐδιδάχθης, τίνι λόγῳ ὅπερ αὐτὸς ἀπορρίψαι βάρος σπουδάζεις, ἐμοὶ ἐπιθεῖναι ἐπείγῃ; εἰ μὲν γὰρ καλὸν τὸ βασιλεύειν, αὐτὸς τὸ καλὸν κάτεχε: εἰ δὲ πρόσκομμα τοῦτο ψυχῆς καὶ σκάνδαλον, τί μοι προτίθης καὶ ὑποσκελίζειν βούλει; ὡς οὖν τοιαῦτα λέγοντα καὶ διαβεβαιούμενον εἶδεν, ἐπαύσατο τῆς ὁμιλίας. καὶ δὴ ὑπὸ νύκτα βαθεῖαν

1 p. 388

2 Lev.xix.18 ; Mat. xxii. 39

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: