previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[326] καὶ προκαθίσας, ὡς ἔθος, φησὶν εἰς ἐπήκοον πάντων: Ἰδού, καθὼς ὁρᾶτε, Ἀβεννὴρ πατήρ μου καὶ βασιλεὺς τέθνηκεν ὡς εἷς τῶν πενήτων, [p. 544] καὶ οὐδὲν αὐτῷ οὔτε πλοῦτος οὔτε βασιλικὴ δόξα, οὔτε μὴν ἐγὼ φιλοπάτωρ υἱός, οὔτε τις τῶν λοιπῶν αὐτοῦ φίλων καὶ συγγενῶν, βοηθῆσαι ἴσχυσεν αὐτῷ καὶ τῆς ἀπαραιτήτου ψήφου ἐξελέσθαι. ἀλλ̓ ὑπάγει πρὸς τὰ ἐκεῖθεν δικαιωτήρια, λόγον ὑφέξων τῆς πολιτείας τοῦ παρόντος βίου, μηδένα τῶν ἁπάντων συνεργὸν ἐπαγόμενος, ἀλλ̓ μόνα τὰ αὐτῷ πεπραγμένα ὁποῖα ἂν . τὸ αὐτὸ δὲ τοῦτο καὶ πᾶσι τοῖς τὴν βρότειον λαχοῦσι φύσιν συμβαίνειν πέφυκε, καὶ ἄλλως οὐκ ἔστι. νῦν οὖν ἀκούσατέ μου, φίλοι καὶ ἀδελφοί, λαὸς Κυρίου καὶ κλῆρος ἅγιος, οὓς ἐξηγόρασε Χριστὸς Θεὸς ἡμῶν τῷ τιμίῳ αὐτοῦ αἵματι καὶ ἐρρύσατο τῆς παλαιᾶς πλάνης καὶ δουλείας τοῦ ἀντικειμένου. αὐτοὶ οἴδατε τὴν ἐν ὑμῖν ἀναστροφήν μου, ὡς ἐξότε τὸν Χριστὸν ἔγνων καὶ δοῦλος αὐτοῦ ἠξιώθην γενέσθαι, πάντα μισήσας, αὐτὸν ἐπεπόθησα μόνον, καὶ τοῦτό μοι ἦν καταθύμιον, τῆς ζάλης τοῦ βίου καὶ ματαίας τύρβης ὑπεξελθόντα, μόνον μόνῳ αὐτῷ συνεῖναι καὶ ἐν ἀταράχῳ γαλήνῃ ψυχῆς δουλεῦσαι τῷ Θεῷ μου καὶ δεσπότῃ. ἀλλά με 1 κατέσχεν τοῦ πατρός μου ἔνστασις, καὶ ἐντολὴ τιμᾶν τοὺς γεννήτορας κελεύουσα. ὅθεν, Θεοῦ Χάριτι καὶ συνεργείᾳ, οὐκ εἰς μάτην ἐκοπίασα, οὐδ̓ εἰς κενὸν τὰς τοιαύτας ἀνηλωσά ἡμέρας: ἀλλ̓ ἐκεῖνόν τε ᾠκείωσα Χριστῷ καὶ πάντας

1 Exod. xx. 12

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: