previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Εν ὀλίγαις δὲ ἡμέραις τὴν τοιαύτην τελέσας διακονίαν καὶ πάντας τοὺς θησαυροὺς κατακενώσας, 1 ὅπως μέλλοντι τὴν στενὴν εἰσιέναι πύλην 2 μηδὲν αὐτῷ ἐμποδίσειεν τῶν χρημάτων ὄγκος, τῇ τεσσαρακοστῇ ἡμέρᾳ τῆς τοῦ πατρὸς τελευτῆς, μνήμην αὐτῷ τελῶν, συγκαλεῖ πάντας τοὺς ἐν τέλει καὶ τοὺς στρατιωτικὰ περιεζωσμένους καὶ τοῦ πολιτικοῦ λαοῦ οὐκ ὀλίγους. [326] καὶ προκαθίσας, ὡς ἔθος, φησὶν εἰς ἐπήκοον πάντων: Ἰδού, καθὼς ὁρᾶτε, Ἀβεννὴρ πατήρ μου καὶ βασιλεὺς τέθνηκεν ὡς εἷς τῶν πενήτων, [p. 544] καὶ οὐδὲν αὐτῷ οὔτε πλοῦτος οὔτε βασιλικὴ δόξα, οὔτε μὴν ἐγὼ φιλοπάτωρ υἱός, οὔτε τις τῶν λοιπῶν αὐτοῦ φίλων καὶ συγγενῶν, βοηθῆσαι ἴσχυσεν αὐτῷ καὶ τῆς ἀπαραιτήτου ψήφου ἐξελέσθαι. ἀλλ̓ ὑπάγει πρὸς τὰ ἐκεῖθεν δικαιωτήρια, λόγον ὑφέξων τῆς πολιτείας τοῦ παρόντος βίου, μηδένα τῶν ἁπάντων συνεργὸν ἐπαγόμενος, ἀλλ̓ μόνα τὰ αὐτῷ πεπραγμένα ὁποῖα ἂν . τὸ αὐτὸ δὲ τοῦτο καὶ πᾶσι τοῖς τὴν βρότειον λαχοῦσι φύσιν συμβαίνειν πέφυκε, καὶ ἄλλως οὐκ ἔστι. νῦν οὖν ἀκούσατέ μου, φίλοι καὶ ἀδελφοί, λαὸς Κυρίου καὶ κλῆρος ἅγιος, οὓς ἐξηγόρασε Χριστὸς Θεὸς ἡμῶν τῷ τιμίῳ αὐτοῦ αἵματι καὶ ἐρρύσατο τῆς παλαιᾶς πλάνης καὶ δουλείας τοῦ ἀντικειμένου. αὐτοὶ οἴδατε τὴν ἐν ὑμῖν ἀναστροφήν μου, ὡς ἐξότε τὸν Χριστὸν ἔγνων καὶ δοῦλος αὐτοῦ ἠξιώθην γενέσθαι, πάντα μισήσας, αὐτὸν ἐπεπόθησα μόνον, καὶ τοῦτό μοι ἦν καταθύμιον, τῆς ζάλης τοῦ βίου καὶ ματαίας τύρβης ὑπεξελθόντα, μόνον μόνῳ αὐτῷ συνεῖναι καὶ ἐν ἀταράχῳ γαλήνῃ ψυχῆς δουλεῦσαι τῷ Θεῷ μου καὶ δεσπότῃ. ἀλλά με 3 κατέσχεν τοῦ πατρός μου ἔνστασις, καὶ ἐντολὴ τιμᾶν τοὺς γεννήτορας κελεύουσα. ὅθεν, Θεοῦ Χάριτι καὶ συνεργείᾳ, οὐκ εἰς μάτην ἐκοπίασα, οὐδ̓ εἰς κενὸν τὰς τοιαύτας ἀνηλωσά ἡμέρας: ἀλλ̓ ἐκεῖνόν τε ᾠκείωσα Χριστῷ καὶ πάντας [327] ὑμᾶς τοῦτον μόνον γινώσκειν Θεὸν ἀληθινὸν καὶ 4 Κύριον τοῦ παντὸς ἐδίδαξα, οὐκ ἐγὼ τοῦτο ποιήσας, ἀλλ̓ χάρις αὐτοῦ σὺν ἐμοί, ἥτις κἀμὲ τῆς δεισιδαίμονος πλάνης καὶ λατρείας τῶν εἰδώλων ἐξείλετο, καὶ ὑμᾶς, λαός μου, τῆς χαλεπῆς [p. 546] ἠλευθέρωσεν αἰχμαλωσίας. καιρὸς οὖν ἤδη λοιπὸν τὰ ἐπηγγελμένα τῷ Θεῷ ἔργα πληρῶσαι: καιρὸς ἀπελθεῖν ὅπου ἂν αὐτὸς ὁδηγήσῃ με καὶ ἀποδοῦναι τὰς εὐχάς μου ἃς ηὐξάμην αὐτῷ. νῦν οὖν σκέψασθε ὑμεῖς ὃν ἂν βούλοισθε ἀφηγεῖσθαι ὑμῶν καὶ βασιλεύειν: ἤδη γὰρ κατηρτισμένοι ἐστὲ εἰς τὸ θέλημα τοῦ Κυρίου, καὶ οὐδὲν ἀποκέκρυπται ὑμῖν τῶν αὐτοῦ προσταγμάτων. ἐν τούτοις πορεύεσθε: μὴ ἐκκλίνητε δεξιὰ ἀριστερά: 5 καὶ Θεὸς τῆς εἰρήνης εἴη μετὰ πάντων ὑμῶν. Ταῦτα ὡς ἤκουσεν λαὸς ἐκεῖνος καὶ δῆμος, θόρυβος εὐθὺς καὶ πάταγος καὶ βοὴ πλείστη καὶ σύγχυσις ἦν, κλαιόντων πάντων καὶ ὀδυρομένων τὴν ὀρφανίαν. τοιαῦτα θρηνοῦντες, πρὸς τοῖς θρήνοις καὶ ὅρκοις ἐβεβαίουν μὴ μεθήσειν ὅλως, ἀλλ̓ ἀνθέξεσθαι, καὶ τὴν ὑποχώρησιν αὐτῷ μὴ τοπαράπαν παραχωρῆσαι. οὕτω βοῶντος τοῦ δήμου καὶ τῶν ἐν τέλει πάντων, 6 ὑπολαβὼν βασιλεὺς κατασείει τὸν ὄχλον, καὶ σιγᾶν αὐτοῖς διακελεύεται. καὶ εἴκειν τῇ ἐκείνων ἐνστάσει εἰπών, λυπουμένους ὅμως καὶ τὰ τῆς οἰμωγῆς σημεῖα ἐπὶ τῶν παρειῶν φέροντας οἴκαδε ἐκπέμπει. αὐτὸς δὲ ἕνα τῶν ἀρχόντων, ὃς ἦν πρόκριτος αὐτῷ, ἐπ̓ εὐσεβείᾳ καὶ σεμνότητι [328] βίου θαυμαζόμενος, Βαραχίας τοὔνομα ῾ὅνπερ 7 καὶ ἀνωτέρω ἐδήλωσεν λόγος, ἡνίκα Ναχὼρ τὸν Βαρλαὰμ ὑποκρινόμενος φιλοσόφοις διελέγετο, καὶ μόνος Βαραχίας ἡτοιμάσθη συμπαραστῆναι αὐτῷ καὶ συναγωνίσασθαι, ζήλῳ θείῳ ἐκκαυθεὶς τὴν καρδίαν, τοῦτον καταμόνας λαβὼν βασιλεύς, προσηνῶς διελέγετο, καὶ θερμότατα ἐδεῖτο παραλαβεῖν τὴν βασιλείαν, καὶ ἐν φόβῳ Θεοῦ [p. 548] τὸν λαὸν αὐτοῦ ποιμᾶναι, ὡς ἂν αὐτὸς τὴν ποθουμένην αὐτῷ πορεύσηται ὁδόν. Ὡς δὲ αὐτὸν ἀπαναινόμενον εἶδε καὶ πάντη ἀπαγορεύοντα, καί, βασιλεῦ, λέγοντα, ὡς ἄδικός σου κρίσις: ὡς οὐ κατ̓ ἐντολὴν σοῦ 8 λόγος: εἰ γὰρ ἀγαπῆσαι τὸν πλησίον ὡς ἑαυτὸν ἐδιδάχθης, τίνι λόγῳ ὅπερ αὐτὸς ἀπορρίψαι βάρος σπουδάζεις, ἐμοὶ ἐπιθεῖναι ἐπείγῃ; εἰ μὲν γὰρ καλὸν τὸ βασιλεύειν, αὐτὸς τὸ καλὸν κάτεχε: εἰ δὲ πρόσκομμα τοῦτο ψυχῆς καὶ σκάνδαλον, τί μοι προτίθης καὶ ὑποσκελίζειν βούλει; ὡς οὖν τοιαῦτα λέγοντα καὶ διαβεβαιούμενον εἶδεν, ἐπαύσατο τῆς ὁμιλίας. καὶ δὴ ὑπὸ νύκτα βαθεῖαν [329] ἐπιστολὴν μὲν διαχαράττει πρὸς τὸν λαόν, πολλῆς γέμουσαν φιλοσοφίας καὶ πᾶσαν ὑπαγορεύουσαν τὴν εὐσέβειαν, ὁποίαν τε ὀφείλουσι περὶ Θεοῦ δόξαν ἔχειν, οἷον δὲ βίον αὐτῷ προσφέρειν, οἵους δὲ ὕμνους, οἵας εὐχαριστίας: εἶτα μὴ ἄλλον τὸν Βαραχίαν δέξασθαι εἰς τὴν βασίλειον κελεύει ἀρχήν. καί, εἰς τὸν ἑαυτοῦ κοιτῶνα τὸν χάρτην ἐν ἐπιστολὴ καταλιπών, λαθὼν ἅπαντας ἐξέρχεται τοῦ παλατίου. ἀλλ̓ οὐκ ἠδυνήθη λαθεῖν εἰς τέλος. ἅμα γὰρ πρωῒ τοῦτο ἀκουσθὲν τάραχον εὐθὺς καὶ ὀδυρμὸν τῷ λαῷ ἐνεποίησε: καὶ πάντες τάχει πολλῷ εἰς ζήτησιν αὐτοῦ ἐξέρχονται, προκαταλαβεῖν αὐτῷ τὴν φυγὴν ἐκ παντὸς τρόπου διανοούμενοι: ὅθεν οὐδὲ εἰς μάτην αὐτοῖς ἐχώρησεν σπουδή. ὡς γὰρ πάσας προκατελάμβανον τὰς ὁδούς, ὄρη δὲ πάντα περιεκύκλουν καὶ ἀτριβεῖς περιήρχοντο φάραγγας, ἐν χειμάρρῳ τινὶ τοῦτον εὑρίσκουσι, [p. 550] χεῖρας εἰς οὐρανὸν ἐκτεταμένας ἔχοντα, καὶ τὴν εὐχὴν τῆς ἕκτης ἐπιτελοῦντα ὥρας. Ἰδόντες δὲ αὐτὸν περιεχύθησαν δάκρυσι δυσωποῦντες καὶ τὴν ἀποδημίαν ὀνειδίζοντες. δέ: Τί, φησί, μάτην κοπιᾶτε; μηκέτι γὰρ ἐμὲ βασιλέα ἔχειν ἐλπίζετε. τῇ πολλῇ δὲ αὐτῶν ὑπενδοὺς [330] ἐνστάσει, ὑποστρέφει αὖθις εἰς τὸ παλάτιον. καί, συναγαγὼν ἅπαντας, τὴν ἑαυτοῦ ἐφανέρωσε βουλήν. εἶτα καὶ ὅρκοις ἐμπεδοῖ τὸν λόγον, ὡς οὐδεμίαν αὐτοῖς τοῦ λοιποῦ συνέσται ἡμέραν. Ἐγὼ γάρ, φησί, τὴν πρὸς ὑμᾶς διακονίαν μου 9 ἐπληροφόρησα καὶ οὐδὲν ἐνέλιπον, οὐδὲ ὑπεστειλάμην τῶν συμφερόντων, τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι διαμαρτυρόμενος πᾶσι τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πίστιν, καὶ μετανοίας ὁδοὺς ὑποδεικνύων. καὶ νῦν ἰδοὺ ἐγὼ πορεύομαι τὴν ὁδὸν ἣν ἔκπαλαι ἐπόθουν: καὶ οὐκ 10 ἔτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες. διὸ μαρτύρομαι ὑμῖν τῇ σήμερον ἡμέρᾳ, κατὰ τὸν θεῖον Ἀπόστολον, ὅτι καθαρὸς ἐγώ εἰμι ἀπὸ τοῦ αἵματος πάντων ὑμῶν. οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ. Ταῦτα ἀκούσαντες, καὶ τὸ τῆς γνώμης αὐτοῦ στερρὸν ἐπιστάμενοι, ὡς οὐδὲν τῆς προθέσεως κωλῦσαι δύναται, ὠδύροντο μὲν τὴν ὀρφανίαν, οὐκ εἶχον δὲ ὅλως αὐτὸν πειθόμενον. τότε βασιλεὺς τὸν Βαραχίαν ἐκεῖνον, ὃν καὶ φθάσας λόγος ἐδήλωσε, κατασχών, Τοῦτον, εἶπεν, ἀδελφοί, ὑμῖν προχειρίζομαι βασιλέα. τοῦ δὲ ἰσχυρῶς πρὸς τὸ πρᾶγμα ἀπειθοῦντος, ἄκοντα καὶ μὴ βουλόμενον τῇ βασιλικῇ ἀρχῇ ἐγκαθίστησι, [p. 552] καὶ τῇ κεφαλῇ αὐτοῦ τὸ διάδημα περιτίθησι, τὸν βασιλικόν τε δακτύλιον δίδωσιν εἰς 11 τὴν χεῖρα. καὶ στὰς κατὰ ἀνατολὰς ηὔξατο εὐχὴν τῷ βασιλεῖ Βαραχίᾳ: ἀπερίτρεπτον αὐτῷ τὴν εἰς Θεὸν φυλαχθῆναι πίστιν καὶ ἀκλινῆ τὴν [331] κατὰ τὰς ἐντολὰς τοῦ Χριστοῦ εὑρεῖν πορείαν. σὺν τούτῳ δὲ ὑπερηύχετο τοῦ κλήρου καὶ τοῦ ποιμνίου παντός, αἰτούμενος ἀντίληψιν αὐτοῖς παρὰ Κυρίου καὶ σωτηρίαν, καὶ πᾶν ὅτιπερ ἂν αὐτοῖς εἰς αἴτησιν πρὸς τὸ συμφέρον οἰκονομούμενον. Οὕτως εὐξάμενος ἐπιστραφεὶς λέγει τῷ Βαραχίᾳ: Ἰδού σοι, ἀδελφέ, ἐντέλλομαι καθώς ποτε 12 Ἀπόστολος διεμαρτύρατο: Πρόσεχε σεαυτῷ καὶ παντὶ τῷ ποιμνίῳ, ἐν σε τὸ Πνεῦμα τὸ Ἅγιον ἔθετο βασιλέα, ποιμαίνειν τὸν λαὸν τοῦ Κυρίου ὃν περιεποιήσατο διὰ τοῦ αἵματος τοῦ ἰδίου. καὶ καθὼς πρὸ ἐμοῦ ἔγνως τὸν Θεὸν καὶ ἐλάτρευσας αὐτῷ ἐν καθαρῷ συνειδότι, οὕτω καὶ νῦν πλείονα σπουδὴν ἐνδείκνυσο εὐαρεστῆσαι αὐτῷ. ὡς γὰρ καὶ μεγάλης ἠξιώθης παρὰ τοῦ Θεοῦ ἀρχῆς, τοσούτῳ μείζονος ἀμοιβῆς ὀφειλέτης ὑπάρχεις. οὐκοῦν ἀπόδος τῷ εὐεργέτῃ τὸ χρέος τῆς εὐχαριστίας, τὰς ἁγίας αὐτοῦ φυλάσσων ἐντολὰς καὶ πάσης ἐκκλίνων ὁδοῦ εἰς ἀπώλειαν 13 φερούσης. ὥσπερ γὰρ ἐπὶ τῶν πλεόντων, ὅταν μὲν ναύτης σφαλῇ, μικρὰν φέρει τοῖς πλέουσι βλάβην: ὅταν δὲ κυβερνήτης, παντὸς ἐργάζεται τοῦ πλοίου ἀπώλειαν: οὕτω καὶ ἐν βασιλείοις, ἂν μέν τις τῶν ἀρχομένων ἁμάρτῃ, οὐ τοσοῦτον τὸ κοινὸν ὅσον ἑαυτὸν ἀδικεῖ, ἂν δὲ [332] αὐτὸς βασιλεύς, πάσης ἐργάζεται τῆς πολιτείας βλάβην. ὡς μεγάλας οὖν ὑφέξων εὐθύνας, [p. 554] εἴ τι παρίδοις τῶν δεόντων, μετὰ πολλῆς ἀκριβείας φύλαττε σεαυτὸν ἐν τῷ ἀγαθῷ. μίσησον πᾶσαν ἡδονὴν πρὸς ἁμαρτίαν ἕλκουσαν: φησὶ 14 γὰρ Ἀπόστολος: Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμὸν οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν 15 Κύριον. τὸν κύκλον πρόσεχε ὅστις περιτρέχει τῶν ἀνθρωπίνων πραγμάτων, ἄλλοτε ἄλλως φέρων αὐτὰ καὶ περιφέρων: καὶ ἐν τῇ τούτων ἀγχιστρόφῳ μεταβολῇ ἀμετάβλητον ἔχε τὸν εὐσεβῆ λογισμόν. τὸ γὰρ συμμεταβάλλεσθαι ταῖς τῶν πραγμάτων μεταβολαῖς διανοίας ἀβεβαίου 16 τεκμήριον. σὺ δὲ πάγιος ἔσο, ἐν τῷ ἀγαθῷ ὅλως ἐρηρεισμένος. μὴ ἐπαίρου διὰ τῆς 17 προσκαίρου δόξης πρὸς μάταιον φύσημα: ἀλλὰ κεκαθαρμένῳ λογισμῷ τὸ οὐτιδανὸν τῆς ἑαυτοῦ νόει φύσεως, τὸ βραχύ τε καὶ ὠκύμορον τῆς ἐνταῦθα ζωῆς καὶ τὸν συνεζευγμένον τῇ σαρκὶ θάνατον. καὶ ταῦτα λογιζόμενος εἰς τὸν τῆς ὑπεροψίας οὐ βληθήσῃ βόθρον, ἀλλὰ φοβηθήσῃ τὸν Θεόν, τὸν ἀληθινὸν καὶ ἐπουράνιον βασιλέα, 18 καὶ ὄντως μακάριος ἔσῃ. Μακάριοι γάρ, φησί, πάντες οἱ φοβούμενοι τὸν Κύριον, οἱ πορευόμενοι 19 ἐν ταῖς ὁδοῖς αὐτοῦ: καί: Μακάριος ἀνὴρ φοβούμενος τὸν Κύριον: ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. ποίας δὲ πρὸ πάντων ὀφείλεις 20 τηρεῖν ἐντολάς; Μακάριοι οἱ ἐλεήμονες, ὅτι [333] 21 αὐτοὶ ἐλεηθήσονται: καί: Γίνεσθε οἰκτίρμονες, ὡς Πατὴρ ὑμῶν οὐράνιος οἰκτίρμων ἐστί. ταύτην γὰρ τὴν ἐντολὴν πρὸ πάντων ἀπαιτοῦνται οἱ ἐν 22 μεγίστῃ ὄντες ἀρχῇ. καὶ ἀληθῶς μεγάλης ἐξουσίας ἐπιλαβόμενος τὸν δοτῆρα τῆς ἐξουσίας ὀφείλει μιμεῖσθαι κατὰ δύναμιν: ἐν τούτῳ δὲ [p. 556] μάλιστα τὸν Θεὸν μιμήσεται, ἐν τῷ μηδὲν ἡγεῖσθαι τοῦ ἐλεεῖν προτιμότερον. ἀλλὰ καὶ τὸ ὑπήκοον οὐδὲν οὕτως εἰς εὔνοιαν ἐφέλκεται, ὡς εὐποιΐας χάρις διδομένη τοῖς χρῄζουσιν: γὰρ διὰ φόβον γινομένη θεραπεία κατεσχηματισμένη ἐστὶ θωπεία, πεπλασμένῳ τιμῆς ὀνόματι φενακίζουσα 23 τοὺς αὐτῇ προσέχοντας: καὶ τὸ ἀκουσίως ὑποτεταγμένον στασιάζει καιροῦ λαβόμενον: τὸ δὲ τοῖς δεσμοῖς τῆς εὐνοίας κρατούμενον βεβαίαν 24 ἔχει πρὸς τὸ κρατοῦν τὴν εὐπείθειαν. διὸ εὐπρόσιτος ἔσο τοῖς δεομένοις, καὶ ἄνοιγε τὰ ὦτα τοῖς πενομένοις, ἵνα εὕρῃς τὴν τοῦ Θεοῦ ἀκοὴν ἀνεῳγμένην: οἷοι γὰρ τοῖς ἡμετέροις γινόμεθα συνδούλοις, τοιοῦτον περὶ ἡμᾶς εὑρήσομεν τὸν δεσπότην, 25 καὶ ὡς ἀκούομεν ἀκουσθησόμεθα, ὡς ὁρῶμεν ὁραθησόμεθα ὑπὸ τοῦ θείου καὶ παντεφόρου βλέμματος. προεισενέγκωμεν οὖν τοῦ ἐλέου τὸν ἔλεον, ἵνα τῷ ὁμοίῳ τὸ ὅμοιον ἀντιλάβωμεν. Ἀλλὰ καὶ ἑτέραν ἄκουε ἐντολὴν σύζυγον τῆς 26 προτέρας: Ἄφετε, καὶ ἀφεθήσεται ὑμῖν: καί, 27 Ἐὰν οὐκ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα [334] αὐτῶν, οὐδὲ ὑμῖν ἀφήσει Πατὴρ ὑμῶν οὐράνιος τὰ παραπτώματα ὑμῶν. διὸ μὴ μνησικακήσῃς τοῖς πταίουσιν: ἀλλά, συγγνώμην αἰτούμενος ἁμαρτημάτων, συγγίνωσκε καὶ αὐτὸς τοῖς εἰς σὲ πλημμελοῦσιν, ὅτι ἀφέσει ἀντιδίδοται ἄφεσις, καὶ τῇ πρὸς τοὺς ὁμοδούλους ἡμῶν καταλλαγῇ τῆς δεσποτικῆς ὀργῆς γίνεται ἀπαλλαγή. καὶ αὖθις τὸ ἀσυμπαθὲς ἡμῶν πρὸς τοὺς πταίοντας ἀσύγγνωστα ποιεῖ ἡμῖν τὰ ἡμέτερα πταίσματα: 28 καθάπερ ἀκούεις τί τῶν μυρίων πέπονθεν ὀφειλέτης ταλάντων, τῇ πρὸς τὸν σύνδουλον [p. 558] ἀσπλαγχνίᾳ ἑαυτῷ τὴν εἴσπραξιν ἀνανεώσας τοῦ τοσούτου χρέους. διὸ προσεκτέον ἀκριβῶς, μὴ καὶ ἡμεῖς τὰ ὅμοια πάθοιμεν: ἀλλ̓ ἀφήσωμεν πᾶσαν ὀφειλήν, καὶ πᾶσαν μῆνιν ἐκ καρδίας ἐκβάλλωμεν, ἵνα καὶ ἡμῖν ἀφεθῇ τὰ πολλὰ ἡμῶν ὀφλήματα. ἐπὶ πᾶσι δὲ καὶ πρὸ 29 πάντων τὴν καλὴν φύλαττε παρακαταθήκην, τὸν εὐσεβῆ τῆς πίστεως λόγον, ὃν ἔμαθες καὶ ἐδιδάχθης: καὶ πᾶν ζιζάνιον αἱρέσεως μὴ ἐκφυέσθω ἐν ὑμῖν: ἀλλὰ καθαρὸν καὶ ἄδολον τὸν θεῖον διατήρησον σπόρον, ἵνα πολύχουν τὸν καρπὸν ὑποδείξῃς τῷ δεσπότῃ, ἡνίκα ἔλθῃ λόγον ἀπαιτῶν ἑκάστῳ τῶν βεβιωμένων καὶ ἀποδιδοὺς καθὰ 30 ἐπράξαμεν, ὅταν οἱ μὲν δίκαιοι λάμψωσιν ὡς 31 ἥλιος, τοὺς ἁμαρτωλοὺς δὲ τὸ σκότος καλύψῃ 32 καὶ αἰσχύνη αἰώνιος. καὶ τὰ νῦν, ἀδελφοί, [335] παρατίθεμαι ὑμᾶς τῷ Θεῷ, καὶ τῷ Λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ ὑμᾶς ἐποικοδομῆσαι καὶ δοῦναι ὑμῖν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσι. 33 Καὶ ταῦτα εἰπών, θεὶς τὰ γόνατα αὐτοῦ, καθὼς γέγραπται, μετὰ δακρύων αὖθις προσηύξατο. καὶ ἐπιστραφεὶς κατεφίλησε τὸν Βαραχίαν ὃν βασιλέα προεχειρίσατο, καὶ πάντας τοὺς ἐν τέλει. τότε δὴ γίνεται πρᾶγμα δακρύων ὡς ἀληθῶς ἄξιον. περιστάντες γὰρ αὐτὸν ἅπαντες, ὥσπερ τῷ ἐκείνῳ συνεῖναι ζῶντες καὶ τῇ διαιρέσει μέλλοντες συναφαιρεῖσθαι καὶ τὰς ψυχάς, τί μὴ πρὸς οἶκτον ἔλεγον; ποίαν θρήνων ὑπερβολὴν ἀπελίμπανον; κατεφίλουν αὐτόν, περιέβαλλον: παραφρονεῖν αὐτοὺς ἐποίει τὸ πάθος. Οὐαὶ ἡμῖν, ἐβόων, τῆς χαλεπῆς ταύτης δυστυχίας: δεσπότην [336] [p. 560] αὐτὸν ἀνεκαλοῦντο, πατέρα, σωτῆρα, εὐεργέτην: Διά σου, φησί, τὸν Θεὸν ἔγνωμεν: τῆς πλάνης λελυτρώμεθα: τῶν κακῶν πάντων ἀνάπαυσιν εὕρομεν. τί λοιπὸν ἔσται ἡμῖν μετὰ τὸν σὸν χωρισμόν; ποῖα οὐ καταλήψεται κακά; τοιαῦτα λέγοντες, τὰ στήθη ἔπαιον, καὶ τὴν κατασχοῦσαν αὐτοὺς ἀνωλοφύροντο συμφοράν. δὲ λόγοις αὐτοὺς παρακλήσεως τῶν πολλῶν κατασιγήσας οἰμωγῶν, καὶ συνεῖναι τῷ πνεύματι ἐπαγγειλάμενος, ὡς τῷ γε σώματι ἀδύνατον ἤδη τοῦτο γενέσθαι, τοιαῦτα εἰπών, πάντων ὁρώντων ἐξέρχεται τοῦ παλατίου. καὶ εὐθὺς πάντες συνείποντο. τὴν ὑποστροφὴν ἀπηγόρευον: τὴν πόλιν, ὡς μηκέτι δυνατὸν ὄμμασιν ὀφθῆναι τοῖς ἑαυτῶν, ἀπεδίδρασκον. ὡς δὲ τῆς πόλεως ἔξω γεγόνασι, μόλις ποτέ, τῇ τομῇ τοῦ λόγου παραινοῦντος αὐτοῦ καὶ δριμυτέραν που τὴν ἐπιτίμησιν ἐπιφέροντος, ἀπ̓ αὐτοῦ διερράγησαν, καὶ ἄκοντες ἐπανήρχοντο, πυκνῶς αὐτοῖς τῶν ὀφθαλμῶν ἐπιστρεφομένων, καὶ τὴν πορείαν τοῖς ποσὶν ἐγκοπτόντων. τινὲς δὲ τῶν θερμοτέρων καὶ ὀδυρόμενοι μακρόθεν ἠκολούθουν αὐτῷ, ἕως νὺξ ἐπελθοῦσα [337] διέστησεν αὐτοὺς ἀπ̓ ἀλλήλων.

1 Mat. vii. 13

2 Luke xiii. 24

3 Exod. xx. 12

4 1 Cor. xv. 10

5 Rom. xv. 33

6 Acts xxi. 40

7 p. 388

8 Lev.xix.18 ; Mat. xxii. 39

9 Acts xx. 20

10 Acts xx. 26, 27

11 See De fide orth. Bk. iv. Ch. 12

12 Acts xx. 28

13 Agapet. c. 10

14 Heb. xii. 14

15 Agapet. c. 11

16 Agapet. c. 13

17 Agapet. c. 14

18 Ps. cxxviii. 1

19 Ps. cxii. 1

20 Mat. v. 7

21 Luke vi. 36

22 Agapet. c 37

23 Agapet. c. 35

24 Agapet. c. 8

25 Agapet. c. 23

26 Cp. Mat. vi. 15

27 Mk. xi. 26

28 Mat. xviii. 24

29 2 Tim. i. 14

30 Mat. xiii. 43

31 Dan. xii. 2

32 Acts xx. 32

33 Acts xx. 36

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: