previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[325] καὶ μὴ μνησθῇς ἀνομιῶν αὐτοῦ ἀρχαίων, ἀλλὰ 1 κατὰ τὸ πολὺ ἔλεός σου ἐξάλειψον τὸ χειρόγραφον τῶν αὐτοῦ πταισμάτων, καὶ τὰ γραμματεῖα διάρρηξον τῶν αὐτοῦ ὀφλημάτων, καὶ τοὺς ἁγίους [p. 542] σου κατάλλαξον αὐτῷ οὓς πυρί τε καὶ ξίφει ἀνεῖλεν: ἐπίταξον αὐτοὺς μὴ κατ̓ αὐτοῦ ὀργίζεσθαι. πάντα γὰρ δυνατά σοι τῷ πάντων Δεσπότῃ, ἀλλ̓ μόνον τὸ μὴ ἐλεεῖν τοὺς μὴ ἐπιστρέφοντας πρὸς σέ: τοῦτο ἀδύνατον. τὸ γὰρ ἔλεός σου ἐκκέχυται ἐπὶ πάντας, καὶ σώζεις τοὺς ἐπικαλουμένους σε, Κύριε Ἰησοῦ Χριστέ, ὅτι πρέπει σοι δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. Τοιαύτας εὐχὰς καὶ δεήσεις προσέφερε τῷ Θεῷ ἐν ὅλαις ἑπτὰ ἡμέραις, μηδόλως τοῦ μνήματος 2 ἀποστάς, μὴ βρώσεως πόσεως τοπαράπαν μνησθείς, μήτε μὴν ἀναπαύσεως ὕπνου μετασχών: ἀλλὰ δάκρυσι μὲν τὸ ἔδαφος ἔβρεχε, στεναγμοῖς δὲ ἀσιγήτοις εὐχόμενος διετέλει. τῇ ὀγδόῃ δὲ εἰς τὸ παλάτιον ἐπανελθών, πάντα τὸν πλοῦτον καὶ τὰ χρήματα τοῖς πένησι διένειμεν, ὡς μηκέτι ὑπολειφθῆναί τινα τῶν χρείαν ἐχόντων.

1 Col. ii. 14

2 Cp. Ps. cii. 4

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: