previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[322] τε τῶν ἱερέων καὶ τῶν μοναζόντων προεχειρίζοντο εἰς τὸ ποιμαίνειν τὸ τοῦ Χριστοῦ ποίμνιον. μέντοι βασιλεὺς Ἀβεννήρ, οὕτω τῆς προτέρας ἐκείνης μοχθηρᾶς ἀγωγῆς ἀποστὰς καὶ μετάμελος ὢν ἐφ̓ οἷς ἔπραξε, πᾶσαν μὲν τὴν βασίλειον ἀρχὴν τῷ υἱῷ παραδίδωσιν: αὐτὸς δὲ καθ̓ ἑαυτὸν ἠρεμῶν, κόνιν ἀεὶ τῆς κεφαλῆς καταχέων, βαρεῖς τε ἀναφέρων στεναγμοὺς καὶ λούων τοῖς δάκρυσιν ἑαυτόν, μόνος μόνῳ τῷ πανταχοῦ παρόντι ὡμίλει, συγγνώμην αὐτῷ τῶν οἰκείων πταισμάτων ἐξαιτούμενος. εἰς τοσαύτην δὲ κατανύξεως καὶ ταπεινοφροσύνης ἄβυσσον ἑαυτὸν καθῆκεν ὡς παραιτεῖσθαι καὶ τὸ τοῦ Θεοῦ ὄνομα τοῖς ἑαυτοῦ ὀνομάζειν χείλεσι, μόλις δὲ τούτου τῇ τοῦ υἱοῦ νουθεσίᾳ κατατολμῆσαι. οὕτω δὲ τὴν καλὴν ἀλλοίωσιν ἠλλοιώθη καὶ τὴν πρὸς ἀρετὴν ἀπάγουσαν ὥδευσε τρίβον ὡς ὑπερβῆναι αὐτὸν τῇ εὐσεβείᾳ [p. 538] τῶν προτέρων ἀνομιῶν τὸ ἀγνόημα. ἐπὶ τέσσαρας δὲ χρόνους οὕτω βιοὺς ἐν μετανοίᾳ καὶ δάκρυσι καὶ ἀρετῇ πάσῃ, ἀρρωστίᾳ περιέπεσεν, ἐν καὶ τελευτᾷ. ὅτε δὲ τὸ τέλος ἤγγισεν, ἤρξατο φοβεῖσθαι καὶ ἀδημονεῖν, μνείαν ποιούμενος τῶν αὐτῷ πεπραγμένων κακῶν. δὲ Ἰωάσαφ ῥήμασι παρακλητικοῖς τὸ ἐπιπεσὸν αὐτῷ διεκούφιζεν 1 ἄχθος, Ἱνατί περίλυπος εἶ, λέγων, πάτερ, καὶ ἱνατί συνταράττεις ἑαυτόν; ἔλπισον ἐπὶ τὸν Θεὸν 2 καὶ ἐξομολόγει αὐτῷ, ὅς ἐστιν ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, ὃς 3 κέκραγε διὰ τοῦ προφήτου βοῶν: Λούσασθε,

1 Ps. xlii. 6,7

2 Ps. 1xv. 5

3 Is. i. 16 ff.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: