previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κατανυγεὶς δὲ βασιλεὺς Ἀβεννὴρ ἐπὶ τῇ θεοδιδάκτῳ σοφίᾳ ταύτῃ, φωνῇ μεγάλῃ καὶ θερμοτάτῃ ψυχῇ τὸν σωτῆρα Χριστὸν ὡμολόγει, πάσης ἀποστὰς δεισιδαίμονος πλάνης. τὸ σημεῖόν τε προσκυνεῖ τοῦ ζωοποιοῦ σταυροῦ [319] ὑπὸ τῇ πάντων ὄψει καὶ εἰς ἐπήκοον ἁπάντων Θεὸν κηρύττει ἀληθινὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν: τήν τε προτέραν ἀσέβειαν διεξελθών, τὴν οἰκείαν τε κατὰ τῶν Χριστιανῶν ὠμότητα καὶ μιαιφονίαν ἐλέγξας, μέγα μέρος πρὸς τὴν εὐσέβειαν γίνεται: ὡς ἐντεῦθεν ἔργῳ τὸ εἰρημένον 1 τῷ Παύλῳ γνωσθῆναι, καὶ ὅπου τῆς ἀσεβείας ὑπῆρχε πλεονασμός, ἐκεῖ καὶ τὴν περισσείαν γενέσθαι τῆς χάριτος. Πολλὰ τοίνυν καὶ τοῦ σοφωτάτου Ἰωάσαφ τοῖς συνελθοῦσι τότε στρατηγοῖς τε καὶ σατράπαις καὶ παντὶ τῷ λαῷ περὶ Θεοῦ καὶ τῆς εἰς αὐτὸν εὐσεβείας διαλεγομένου, καὶ οἱονεὶ [p. 534] 2 πυρίνῃ γλώσσῃ καλόν τι καὶ ᾠδικὸν τερετίζοντος, τοῦ Ἁγίου Πνεύματος χάρις ἐπιφοιτήσασα πάντας εἰς δοξολογίαν ἐκίνει Θεοῦ, ὡς ἐκ μιᾶς φωνῆς πάντων βοησάντων τῶν ὄχλων: Μέγας Θεὸς τῶν Χριστιανῶν: οὐκ ἔστιν ἄλλος θεὸς πλὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ σὺν Πατρὶ καὶ Ἁγίῳ Πνεύματι δοξαζομένου. Ζήλου δὲ θείου κατάπλεως γενόμενος, βασιλεὺς Ἀβεννὴρ ἐφάλλεται στερρῶς τοῖς εἰδώλοις ἦσαν ἐν τῷ παλατίῳ αὐτοῦ ἐκ χρυσοῦ καὶ ἀργύρου πεποιημένα, καὶ εἰς ἔδαφος ταῦτα κατασπᾷ. εἶτα, εἰς λεπτὰ διελών, πένησι διανέμει, ὠφέλιμα οὕτω τὰ ἀνωφελῆ θέμενος: ἀμέλει καὶ [320] μετὰ τοῦ υἱοῦ τοὺς εἰδώλων ναοὺς καὶ βωμοὺς περιστάντες μέχρις αὐτῶν κατηδάφουν τῶν θεμελίων: ἱερὰ δὲ τῷ Θεῷ τεμένη ἀντῳκοδόμουν. οὐ μόνον δὲ ἐν τῇ πόλει, ἀλλὰ καὶ ἀνὰ πᾶσαν τὴν χώραν σπουδῇ ταῦτα ἐποίουν. τὰ δὲ πονηρὰ πνεύματα τὰ τοῖς βωμοῖς ἐνοικοῦντα ὀλολύζοντα ἠλαύνοντο, καὶ τὴν ἄμαχον τοῦ Θεοῦ ἡμῶν δύναμιν ὑποτρέμοντα ἐβόων. πᾶσα δὲ περίχωρος καὶ τὰ τῶν προσοίκων ἐθνῶν πλεῖστα πρὸς τὴν εὐσεβῆ πίστιν ἐχειραγωγοῦντο. τότε δὴ τοῦ ἀνωτέρω ῥηθέντος θειοτάτου ἐπισκόπου παραγενομένου, κατηχεῖται βασιλεὺς Ἀβεννήρ, 3 καὶ τῷ θείῳ τελειοῦται βαπτίσματι εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. [321] καὶ Ἰωάσαφ τοῦτον ἐκ τῆς θείας κολυμβήθρας ἀναδέχεται, τοῦτο δὴ τὸ καινότατον γεννήτωρ τοῦ πατρὸς ἀναδειχθείς, καὶ τῷ σαρκικῶς γεννήσαντι τῆς πνευματικῆς ἀναγεννήσεως πρόξενος γενόμενος. υἱὸς γὰρ ἦν τοῦ οὐρανίου Πατρὸς καὶ [p. 536] καρπὸς ὄντως τῆς θείας ῥίζης θειότατος, ῥίζης 4 ἐκείνης τῆς βοώσης: Ἐγώ εἰμι ἄμπελος, ὑμεῖς τὰ κλήματα. 5 Οὕτως ἀναγεννηθεὶς βασιλεὺς Ἀβεννὴρ δἰ 6 ὕδατος καὶ Πνεύματος ἔχαιρε χαρᾷ ἀνεκλαλήτῳ: σὺν αὐτῷ δὲ καὶ πᾶσα πόλις καὶ περίχωρος 7 τοῦ θείου ἠξιοῦτο βαπτίσματος, καὶ φωτὸς υἱοὶ ἀνεδείκνυντο οἱ πρὶν ἐσκοτισμένοι. πᾶσα δὲ νόσος καὶ πᾶσα δαιμονικὴ ἐπιφορὰ πόρρω τῶν πιστευόντων ἠλαύνετο: ἄρτιοι δὲ καὶ ὑγιεῖς πάντες τὰς ψυχὰς καὶ τὰ σώματα ἦσαν. καὶ πολλὰ ἕτερα θαυμάσια εἰς βεβαίωσιν τῆς πίστεως ἐτελοῦντο. ἐκκλησίαι τε ἀνῳκοδομοῦντο, καὶ ἐπίσκοποι, οἵ τε κεκρυμμένοι διὰ τὸν φόβον ἐφανεροῦντο καὶ τὰς ἰδίας ἀπελάμβανον ἐκκλησίας, καὶ ἄλλοι ἔκ [322] τε τῶν ἱερέων καὶ τῶν μοναζόντων προεχειρίζοντο εἰς τὸ ποιμαίνειν τὸ τοῦ Χριστοῦ ποίμνιον. μέντοι βασιλεὺς Ἀβεννήρ, οὕτω τῆς προτέρας ἐκείνης μοχθηρᾶς ἀγωγῆς ἀποστὰς καὶ μετάμελος ὢν ἐφ̓ οἷς ἔπραξε, πᾶσαν μὲν τὴν βασίλειον ἀρχὴν τῷ υἱῷ παραδίδωσιν: αὐτὸς δὲ καθ̓ ἑαυτὸν ἠρεμῶν, κόνιν ἀεὶ τῆς κεφαλῆς καταχέων, βαρεῖς τε ἀναφέρων στεναγμοὺς καὶ λούων τοῖς δάκρυσιν ἑαυτόν, μόνος μόνῳ τῷ πανταχοῦ παρόντι ὡμίλει, συγγνώμην αὐτῷ τῶν οἰκείων πταισμάτων ἐξαιτούμενος. εἰς τοσαύτην δὲ κατανύξεως καὶ ταπεινοφροσύνης ἄβυσσον ἑαυτὸν καθῆκεν ὡς παραιτεῖσθαι καὶ τὸ τοῦ Θεοῦ ὄνομα τοῖς ἑαυτοῦ ὀνομάζειν χείλεσι, μόλις δὲ τούτου τῇ τοῦ υἱοῦ νουθεσίᾳ κατατολμῆσαι. οὕτω δὲ τὴν καλὴν ἀλλοίωσιν ἠλλοιώθη καὶ τὴν πρὸς ἀρετὴν ἀπάγουσαν ὥδευσε τρίβον ὡς ὑπερβῆναι αὐτὸν τῇ εὐσεβείᾳ [p. 538] τῶν προτέρων ἀνομιῶν τὸ ἀγνόημα. ἐπὶ τέσσαρας δὲ χρόνους οὕτω βιοὺς ἐν μετανοίᾳ καὶ δάκρυσι καὶ ἀρετῇ πάσῃ, ἀρρωστίᾳ περιέπεσεν, ἐν καὶ τελευτᾷ. ὅτε δὲ τὸ τέλος ἤγγισεν, ἤρξατο φοβεῖσθαι καὶ ἀδημονεῖν, μνείαν ποιούμενος τῶν αὐτῷ πεπραγμένων κακῶν. δὲ Ἰωάσαφ ῥήμασι παρακλητικοῖς τὸ ἐπιπεσὸν αὐτῷ διεκούφιζεν 8 ἄχθος, Ἱνατί περίλυπος εἶ, λέγων, πάτερ, καὶ ἱνατί συνταράττεις ἑαυτόν; ἔλπισον ἐπὶ τὸν Θεὸν 9 καὶ ἐξομολόγει αὐτῷ, ὅς ἐστιν ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, ὃς 10 κέκραγε διὰ τοῦ προφήτου βοῶν: Λούσασθε, [323] καθαροὶ γένεσθε: ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου: μάθετε καλὸν ποιεῖν: καί, Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ: ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. μὴ φοβοῦ τοίνυν, πάτερ, μηδὲ δίσταζε: οὐ νικῶσι γὰρ αἱ ἁμαρτίαι τῶν ἐπιστρεφόντων πρὸς Θεὸν τὴν ἄπειρον αὐτοῦ ἀγαθότητα. αὗται γὰρ ὑπὸ μέτρον εἰσὶ καὶ ἀριθμὸν, ὅσαι ἂν ὦσιν: ἐκείνη δὲ ἀμέτρητός ἐστι καὶ ἀναρίθμητος. οὐκ ἐνδέχεται τοίνυν τὸ ὑποκείμενον μέτρῳ τοῦ ἀμετρήτου περιγενέσθαι. Τοιούτοις παρακλητικοῖς ῥήμασι κατεπᾴδων αὐτοῦ τὴν ψυχήν, εὔελπιν ἀπειργάσατο. εἶτα ἐκτείνας πατὴρ τὰς χεῖρας, εὐχαριστῶν αὐτῷ ὑπερηύχετο, καὶ τὴν ἡμέραν εὐλόγει ἐν αὐτὸς ἐγγεννήθη, Τέκνον, λέγων, γλυκύτατον, τέκνον οὐκ ἐμόν, ἀλλὰ τοῦ οὐρανίου Πατρός, ποίαν ἀποδώσω σοι χάριν; ποίαις εὐλογήσω σε εὐλογίαις; τίνα δὲ εὐχαριστίαν ἀναπέμψω τῷ Θεῷ 11 περὶ σοῦ; ἀπολωλὼς γὰρ ἤμην, καὶ εὑρέθην διὰ [p. 540] σοῦ: νεκρὸς ἤμην τῇ ἁμαρτίᾳ, καὶ ἀνέζησα: ἐχθρὸς καὶ ἀποστάτης Θεοῦ, καὶ κατηλλάγην. τί οὖν ἀνταποδώσω σοι ὑπὲρ τούτων ἁπάντων; Θεός ἐστιν ἀξίας σοι παρέχων τὰς ἀμοιβάς. [324] οὕτω λέγων, πυκνὰ κατεφίλει τὸν φίλτατον παῖδα. 12 εἶτα εὐξάμενος, καί, Εἰς χεῖράς σου, φιλάνθρωπε Θεέ, παρατίθημι τὸ πνεῦμά μου, εἰπών, ἐν μετανοίᾳ τὴν ψυχὴν καὶ εἰρήνῃ παρέθετο τῷ Κυρίῳ. δὲ Ἰωάσαφ δάκρυσι τιμήσας τελευτήσαντα τὸν πατέρα, καὶ κηδεύσας αὐτοῦ τὸ λείψανον ἐντίμως, κατέθετο ἐν μνήματι ἀνδρῶν εὐσεβῶν, οὐ μέντοι βασιλικῇ περιβαλὼν ἐσθῆτι, ἀλλὰ μετανοίας κοσμήσας ἀμφίοις. στὰς δὲ ἐπὶ τῷ μνήματι, χεῖράς τε εἰς οὐρανὸν διάρας, καὶ δάκρυα ποταμηδὸν τῶν ὀμμάτων καταδύσας, ἐβόησε πρὸς τὸν Θεόν, λέγων: Θεός, εὐχαριστῶ σε, Βασιλεῦ τῆς δόξης, μόνε κραταιὲ καὶ ἀθάνατε, ὅτι οὐ παρεῖδες τὴν 13 δέησίν μου καὶ τῶν δακρύων μου οὐ παρεσιώπησας, ἀλλ̓ εὐδόκησας τὸν δοῦλόν σου τοῦτον καὶ πατέρα μου τῆς ὁδοῦ ἐπιστρέψαι τῶν ἀνομιῶν καὶ πρὸς ἑαυτὸν ἑλκύσαι τὸν σωτῆρα τῶν ἁπάντων, ἀποστήσας μὲν τῆς ἀπάτης τῶν εἰδώλων, καταξιώσας δὲ γνωρίσαι σε τὸν ἀληθινὸν Θεὸν καὶ φιλάνθρωπον. καὶ νῦν, Κύριέ μου καὶ Θεέ, ἀνεξιχνίαστον ἔχων τὸ τῆς ἀγαθότητος πέλαγος, τάξον αὐτὸν ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναπαύσεως, ὅπου τὸ φῶς λάμπει τοῦ προσώπου σου: [325] καὶ μὴ μνησθῇς ἀνομιῶν αὐτοῦ ἀρχαίων, ἀλλὰ 14 κατὰ τὸ πολὺ ἔλεός σου ἐξάλειψον τὸ χειρόγραφον τῶν αὐτοῦ πταισμάτων, καὶ τὰ γραμματεῖα διάρρηξον τῶν αὐτοῦ ὀφλημάτων, καὶ τοὺς ἁγίους [p. 542] σου κατάλλαξον αὐτῷ οὓς πυρί τε καὶ ξίφει ἀνεῖλεν: ἐπίταξον αὐτοὺς μὴ κατ̓ αὐτοῦ ὀργίζεσθαι. πάντα γὰρ δυνατά σοι τῷ πάντων Δεσπότῃ, ἀλλ̓ μόνον τὸ μὴ ἐλεεῖν τοὺς μὴ ἐπιστρέφοντας πρὸς σέ: τοῦτο ἀδύνατον. τὸ γὰρ ἔλεός σου ἐκκέχυται ἐπὶ πάντας, καὶ σώζεις τοὺς ἐπικαλουμένους σε, Κύριε Ἰησοῦ Χριστέ, ὅτι πρέπει σοι δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. Τοιαύτας εὐχὰς καὶ δεήσεις προσέφερε τῷ Θεῷ ἐν ὅλαις ἑπτὰ ἡμέραις, μηδόλως τοῦ μνήματος 15 ἀποστάς, μὴ βρώσεως πόσεως τοπαράπαν μνησθείς, μήτε μὴν ἀναπαύσεως ὕπνου μετασχών: ἀλλὰ δάκρυσι μὲν τὸ ἔδαφος ἔβρεχε, στεναγμοῖς δὲ ἀσιγήτοις εὐχόμενος διετέλει. τῇ ὀγδόῃ δὲ εἰς τὸ παλάτιον ἐπανελθών, πάντα τὸν πλοῦτον καὶ τὰ χρήματα τοῖς πένησι διένειμεν, ὡς μηκέτι ὑπολειφθῆναί τινα τῶν χρείαν ἐχόντων.

1 Rom. v. 20

2 Cp. Acts ii. 3

3 Mat. xxviii. 19

4 John xv. 5

5 John iii. 5

6 1 Pet. i. 8

7 1 Thess. v. 5

8 Ps. xlii. 6,7

9 Ps. 1xv. 5

10 Is. i. 16 ff.

11 Cf. Luke xv. 6, 24, 32

12 Cp. Ps. xxxi. 6

13 Ps. xxxix. 13

14 Col. ii. 14

15 Cp. Ps. cii. 4

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: