previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[317] παραδεικνύς, ὡς οὐκ ἔστιν ἄλλος Θεὸς ἐν οὐρανῷ ἄνω, οὔτε ἐπὶ γῆς κάτω, εἰ μὴ ἐν Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι γνωριζόμενος εἷς Θεός: πολλὰ δὲ μυστήρια γνωρίσας τῆς θεολογίας, ἐφ̓ οἷς καὶ τὰ περὶ τῆς ἀοράτου τε καὶ ὁρατῆς διήγγειλε κτίσεως, ὅπως ἐκ μὴ ὄντων 1 τὰ πάντα παραγαγὼν Δημιουργός, κατ̓ εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ πλάσας τὸν ἄνθρωπον καὶ [p. 530] τοῦτον τῷ αὐτεξουσίῳ τιμήσας, τῶν ἐν παραδείσῳ καλῶν μετέχειν πεποίηκεν, ἀπέχεσθαι 2 τούτου μόνου κελεύσας ὅπερ ἦν τὸ ξύλον τῆς γνώσεως, ἠθετηκότα δὲ τὴν ἐντολὴν τοῦ παραδείσου ἐξώρισεν: ὅθεν, τῆς πρὸς αὐτὸν οἰκειότητος ὀλισθῆσαν, εἰς τὰς πολλὰς ταύτας περιπέπτωκε πλάνας τὸ ἀνθρώπινον γένος, δουλωθὲν ταῖς ἁμαρτίαις καὶ ὑποπεσὸν τῷ θανάτῳ διὰ τῆς τυραννίδος τοῦ διαβόλου: ὅς, ὑποχειρίους ἅπαξ τοὺς ἀνθρώπους λαβών, παντελῶς ἐπιλαθέσθαι πεποίηκε τοῦ Θεοῦ καὶ δεσπότου, καὶ αὐτῷ ἀνέπεισε λατρεύειν διὰ τῆς τῶν εἰδώλων 3 μυσαρᾶς προσκυνήσεως. σπλαγχνισθεὶς οὖν πλάσας ἡμᾶς Θεός, εὐδοκίᾳ τοῦ Πατρὸς καὶ συνεργίᾳ τοῦ Ἁγίου Πνεύματος, εὐδόκησεν ἐκ Παρθένου ἁγίας, τῆς Θεοτόκου Μαρίας, καθ̓ ἡμᾶς τεχθῆναι: καί, πάθεσιν ὁμιλήσας ἀπαθής, διὰ τρίτης τε ἡμέρας ἐκ νεκρῶν ἀναστάς, ἐλυτρώσατο ἡμᾶς τοῦ προτέρου ἐπιτιμίου καὶ κλέους τοῦ προτέρου ἠξίωσε. συνανήγαγε γὰρ ἡμᾶς εἰς οὐρανοὺς ἀνερχόμενος, ὅθεν ἐτύγχανε καταβεβηκώς: ὃν καὶ αὖθις ἥξειν πιστεύομεν, ἵνα τὸ

1 Heb. xi. 3 Gen. i. 26

2 Gen. ii. 17

3 Mat. i. 18-20; Luke i. 43; John xix. 26; Acts ii. 14

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: