previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[314] ἀκρότομος αὕτη καὶ πέτρας σκληροτέρα καρδία τοῦ ἐμοῦ πατρός, σοῦ θελήσαντος, ὡσεὶ κηρὸς 1 ἐμαλάχθη. δυνατὸν γάρ σοι καὶ ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. εὐχαριστῶ σοι, Δέσποτα φιλάνθρωπε, Θεὲ τοῦ ἐλέους, ὅτι ἐμακροθύμησας καὶ μακροθυμεῖς τοῖς παραπτώμασιν ἡμῶν, καὶ ἕως τοῦ νῦν ἀτιμωρήτους ἡμᾶς εἴασας εἶναι. ἡμεῖς μὲν γὰρ ἄξιοι ἦμεν πάλαι ἀπορριφθῆναι ἀπὸ τοῦ προσώπου σου καὶ παραδειγματισθῆναι ἐν τῷ βίῳ τούτῳ, ὡς οἱ 2 τὴν Πεντάπολιν οἰκοῦντες παράνομοι, πυρὶ καὶ θείῳ κατακαυθέντες: δὲ ἀνείκαστός σου μακροθυμία ἐφιλανθρωπεύσατο εἰς ἡμᾶς. εὐχαριστῶ σοι εὐτελὴς ἐγὼ καὶ ἀνάξιος, εἰ καὶ μὴ ὑπάρχω αὐτάρκης πρὸς δοξολογίαν τῆς σῆς ἀγαθότητος. καὶ δέομαι τῶν ἀμετρήτων σου οἰκτιρμῶν, Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ καὶ Λόγε τοῦ ἀοράτου Πατρός, πάντα λόγῳ παραγαγὼν καὶ θελήματι τῷ σῷ συνέχων, ῥυσάμενος ἡμᾶς τοὺς ἀναξίους δούλους σου τῆς τοῦ ἀρχεκάκου ἐχθροῦ 3 δουλείας, ταθεὶς ἐπὶ ξύλου καὶ δήσας τὸν ἰσχυρόν, καὶ τοῖς ὑπ̓ ἐκείνου δεθεῖσιν αἰώνιον ἐπιβραβεύσας ἐλευθερίαν: αὐτὸς καὶ τὰ νῦν ἔκτεινόν σου τὴν ἀόρατον χεῖρα καὶ παντουργόν, καὶ εἰς τέλος ἐλευθέρωσον τὸν δοῦλόν σου καὶ πατέρα μου τῆς χαλεπῆς ἐκείνης αἰχμαλωσίας τοῦ διαβόλου: καὶ ὑπόδειξον αὐτῷ ἐναργέστατα, ὅτι σὺ εἶ ἀεὶ ζῶν Θεὸς ἀψευδὴς καὶ βασιλεὺς [p. 526] μόνος αἰώνιος καὶ ἀθάνατος. ἴδε μου, Δέσποτα, τὴν συντριβὴν τῆς καρδίας ἵλεῳ καὶ εὐμενεῖ

1 Mat. iii. 9

2 Gen. xix. 24

3 Mat. xii. 29

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: