previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[309] εὐσέβεια ηὐξάνετο ἐν αὐτοῖς καὶ ἐπεδίδου. καὶ ὅλως ἦν τῶν τοῦ Χριστοῦ ἐντολῶν [p. 516] καὶ τῆς αὐτοῦ ἀγάπης ἐξηρτημένος βασιλεύς, οἰκονόμος τε τοῦ λόγου τῆς χάριτος, καὶ ψυχῶν κυβερνήτης πολλῶν, εἰς τὸν λιμένα τοῦ Θεοῦ 1 ταύτας καθορμίζων. ᾔδει γὰρ τοῦτο εἶναι πρὸ πάντων βασιλέως ἔργον, ἵνα τοὺς ἀνθρώπους διδάξῃ τὸν Θεὸν φοβεῖσθαι καὶ τὸ δίκαιον τηρεῖν. δὴ καὶ ἐποίει: ἑαυτόν τε εἰς τὸ βασιλεῦσαι τῶν παθῶν καταρτίζων, καὶ τοῖς ὑπ̓ αὐτὸν ὡς κυβερνήτης ἄριστος διακατέχων ἀκριβῶς τῆς εὐνομίας τοὺς οἴακας. τοῦτο γὰρ ὅρος ἀληθινῆς βασιλείας, τὸ βασιλεύειν καὶ κρατεῖν τῶν ἡδονῶν: 2 ὅπερ ἐκεῖνος ἐποίει. ἐπὶ προγόνων μέντοι εὐγενείᾳ καὶ τῇ περὶ αὐτὸν οὔσῃ βασιλικῇ δόξῃ μηδόλως ἐναβρυνόμενος, εἰδὼς ὅτι πήλινον ἔχομεν πάντες τοῦ γένους προπάτορα, καὶ τοῦ αὐτοῦ φυράματος ἐσμὲν πλούσιοί τε καὶ πένητες, ἐν ἀβύσσῳ δὲ ταπεινοφροσύνης ἀεὶ τὸν νοῦν ἐμβάλλων, καὶ τῆς ἐκεῖθεν μακαριότητος μεμνημένος, πάροικον μὲν ἑαυτὸν τῶν ἐνταῦθα ἐλογίζετο, ἐκεῖνα δὲ ἐγίνωσκεν ἴδια εἶναι ὧν ἂν μετὰ τὴν ἐνθένδε τύχοι ἐκδημίαν. ἐπεὶ δὲ πάντα καλῶς εἶχεν αὐτῷ, καὶ, πάντας τοὺς ὑπὸ χεῖρα τῆς

1 Agapetus, Ch. 1-2

2 Id. Ch. 4

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: