previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[305] τῇ βασιλείᾳ, καὶ πάντα δίδωσι τὰ πρέποντα βασιλεῦσιν. τότε δὴ τότε τὴν ἐξουσίαν παραλαβὼν Ἰωάσαφ τῆς βασιλείας, ἡνίκα τὴν πόλιν κατέλαβεν ἔνθα τὰ τῆς βασιλείας ηὐτρέπιστο [p. 510] αὐτῷ, τὸ τοῦ δεσποτικοῦ μὲν πάθους σημεῖον, τὸν σεβάσμιον σταυρὸν τοῦ Χριστοῦ, ἑκάστῳ ἐφίστησι τῆς πόλεως πύργῳ: τοὺς δὲ εἰδωλικοὺς ναοὺς καὶ βωμοὺς περιστὰς ἐπολιόρκει, κατέσειεν ἀνώρυττε τὸ ἔδαφος, ἐξεκάλυπτε τοὺς θεμελίους, μηδὲν λείψανον τῆς ἀσεβείας καταλιπών. Κατὰ δὲ μέσης τῆς πόλεως ναὸν μέγαν τε καὶ περικαλλῆ τῷ Δεσπότῃ ἀνεγείρει Χριστῷ. καὶ κελεύει τὸ πλῆθος ἐκεῖ συνεχὲς ἐπιχωριάζοντας 1 προσάγειν τῷ Θεῷ τὸ σέβας διὰ τῆς τοῦ σταυροῦ προσκυνήσεως, εἰς μέσον πρὸ πάντων αὐτὸς παρελθὼν καὶ ἐκτενεστάτῃ διδοὺς ἑαυτὸν δεήσει. πάντας δὲ τοὺς ὑπὸ τὴν αὐτοῦ χεῖρα γενομένους ἐνουθέτει, παρεκάλει, πάντα ἐποίει τοῦ ἀποσπάσαι τῆς δεισιδαίμονος πλάνης καὶ τῷ Χριστῷ οἰκειῶσαι: τὴν ἀπάτην δὲ ὑπεδείκνυ τῆς εἰδωλομανίας καὶ τὸ κήρυγμα κατήγγελλε τοῦ Εὐαγγελίου, τὰ περὶ τῆς τοῦ Θεοῦ Λόγου διεξῄει συγκαταβάσεως, τὰ θαυμάσια ἐκήρυττε τῆς αὐτοῦ παρουσίας, τὸ πάθος ἐγνώριζε τοῦ σταυροῦ δἰ οὗ σεσώσμεθα, τὴν τῆς ἀναστάσεως δύναμιν καὶ τὴν πρὸς οὐρανοὺς ἄνοδον, τὴν φοβερὰν ἐπὶ τούτοις διήγγελλεν ἡμέραν τῆς φρικτῆς αὐτοῦ δευτέρας παρουσίας, τά τε ἀποκείμενα τοῖς πιστοῖς ἀγαθὰ καὶ τὰ ἐκδεχόμενα τοὺς ἁμαρτωλοὺς κολαστήρια. ταῦτα πάντα ἤθει χρηστῷ καὶ μειλιχίοις διεξῄει ῥήμασιν: οὐ τοσοῦτον γὰρ ἀπὸ τοῦ ὄγκου τῆς ἐξουσίας καὶ τῆς βασιλικῆς μεγαλοπρεπείας

1 Cp. De fide orth. Bk. IV., Ch. II.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: