previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[304] οὗπερ εἰ μὴ εὐθὺς κατήκοος γένῃ καὶ κἂν ἐν τούτῳ τὴν ἐμὴν θεραπεύσῃς καρδίαν, οὐκ ἔτι σου, εὖ ἴσθι, φείσομαι. τοῦ δὲ υἱοῦ πυθομένου τίς [p. 508] τοῦ λόγου δύναμις, Ἐπείπερ, φησί, πολλὰ μογήσας, ἀνένδοτόν σε πρὸς πάντα εὗρον τοῦ πεισθῆναί μου τοῖς λόγοις, δεῦρο δὴ λοιπόν, τὴν βασιλείαν διελών, ἀνὰ μέρος εἶναί σε καὶ βασιλεύειν ποιήσω: καὶ ἔσται σοι λοιπὸν ἐπ̓ ἀδείας ἣν ἂν ποθῇς ἰέναι ὁδόν. γνοῦσα δὲ θεία ψυχὴ ἐκείνη καὶ τοῦτο ἐπ̓ ὀλίσθῳ τῆς αὐτοῦ προαιρέσεως προβαλεῖν τὸν βασιλέα, ὅμως ἐπακοῦσαι συνεῖδεν, ἵνα, τὰς αὐτοῦ διαδρὰς χεῖρας, τὴν ἐπιθυμουμένην αὐτῷ πορεύσηται ὁδόν. ὑπολαβὼν οὖν, τῷ βασιλεῖ ἔφη: Ἐγὼ μὲν ἐπόθουν τὸν θεῖον ἐκεῖνον ζητῆσαι ἄνδρα, τὸν ὑποδείξαντά μοι τὴν ὁδὸν τῆς σωτηρίας, καὶ πᾶσι χαίρειν εἰπόντα μετ̓ αὐτοῦ τὸ λοιπὸν τῆς ζωῆς μου διανύσαι: ἀλλ̓ ἐπεί με, πάτερ, οὐ συγχωρεῖς τὰ καταθύμια πράττειν, πείθομαί σοι ἐν τούτῳ. ἐν οἷς γὰρ οὐ πρόκειται προφανὴς ἀπώλεια καὶ Θεοῦ ἀλλοτρίωσις, καλὸν τῷ πατρὶ πείθεσθαι. Χαρᾶς οὖν ὅτι πλείστης βασιλεὺς πλησθεὶς διαιρεῖ μὲν τὴν ὑποτελῆ αὐτῷ χώραν πᾶσαν εἰς δύο, χειροτονεῖ δὲ τὸν υἱὸν βασιλέα, κοσμεῖ τῷ διαδήματι, καὶ πάσῃ τοῦτον βασιλικῇ καταλαμπρύνας δόξῃ εἰς τὴν ἀφορισθεῖσαν αὐτῷ ἐκπέμπει βασιλείαν μετὰ λαμπρᾶς δορυφορίας. τοῖς ἄρχουσι δὲ καὶ ἡγεμόσι, στρατηγοῖς τε καὶ σατράπαις κελεύει, παντὶ τῷ βουλομένῳ, ἀπελθεῖν μετὰ τοῦ υἱοῦ αὐτοῦ καὶ βασιλέως. καὶ πόλιν τινὰ μεγάλην καὶ πολυάνθρωπον ἀφορίζει αὐτοῦ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: