Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[297]
ῥητόρων, ὧν ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν, τῶν
συνηγόρων τοῦ διαβόλου; τί μνήμης ἄξιον κατέλιπον
τῷ βίῳ; εἰπέ. τί δ̓ ἂν εἴποις περὶ αὐτῶν,
ἢ ἀλογίαν καὶ αἰσχρότητα, καὶ τέχνην ματαίαν,
τῇ καλλιεπείᾳ τῶν λόγων τὸν βόρβορον συγκαλύπτουσαν
τῆς δυσώδους αὐτῶν θρησκείας;
Ἀλλὰ καὶ αὐτῶν τῶν ποιητῶν ὅσοι μικρόν
τι δεδύνηνται τῆς πολλῆς ἀνανεῦσαι μανίας,
εἶπον τὸ ἀληθέστερον, ὅτι οἱ λεγόμενοι θεοὶ
ἄνθρωποι ἦσαν, καί, διὰ τό τινας μὲν αὐτῶν
ἄρξαι χωρῶν τε καὶ πόλεων, τινὰς δὲ ἄλλο τι
οὐδαμινὸν κατὰ τὸν βίον ποιῆσαι, πλανηθέντας
1 τοὺς ἀνθρώπους θεοὺς αὐτοὺς καλέσαι. καταρχὰς
μὲν γὰρ ὁ Σεροὺχ ἐκεῖνος ἱστόρηται τὰ τῶν
1 Eustathius in Hexaem. p. 56
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.