previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[294] τοῦτο γὰρ αὐτὸ τὸ παρὰ πολλῶν μὲν ἐπὶ σοφίᾳ θαυμαζομένων ἐπαινεῖσθαι τὰ μιαρὰ σου σεβάσματα, [p. 492] παρὰ πολλῶν δὲ βασιλέων κρατύνεσθαι, τὸ δὲ κήρυγμα τοῦ Εὐαγγελίου παῤ ὀλίγων καὶ ἀσήμων ἀνδρῶν κηρυχθῆναι, δεικνύει τῆς ἡμῶν θεοσεβείας τὴν ἰσχὺν καὶ τῶν ὑμετέρων πονηρῶν δογμάτων τὸ ἀσθενὲς καὶ ὀλέθριον: ὅτι τὰ μὲν ὑμέτερα, καὶ συνηγόρους ἔχοντα σοφοὺς καὶ ἀντιλήπτορας ἰσχυρούς, ὅμως σβέννυται καὶ ἀσθενεῖ, τὰ δὲ τῆς θεοσεβείας, μηδεμίαν ἀνθρωπίνην κεκτημένα βοήθειαν, λάμπει τηλαυγέστερον ἡλίου καὶ τοῦ κόσμου κατέσχε τὰ πληρώματα. εἰ μὲν γὰρ παρὰ ῥητόρων τε καὶ φιλοσόφων ἐξετέθη, βασιλεῖς δὲ καὶ δυνάστας εἶχε συνεργοῦντας, εὗρες ἂν σὺ πονηρὸς εἰπεῖν ἀνθρωπίνης δυνάμεως τὸ πᾶν γεγενῆσθαι: νυνὶ δέ, ὁρῶν παρὰ ἁλιέων μὲν εὐτελῶν τὸ ἅγιον συντεθὲν Εὐαγγέλιον, παρὰ πάντων δὲ τυράννων διωχθέν, καὶ μετὰ τοῦτο τὴν οἰκουμένην κατασχὸν 1 ῾εἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλθεν φθόγγος

1 Ps. xix. 4

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: