previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[288] οὐδὲ νεκρὸν ἂν εἴη δίκαιον καλεῖσθαι τὸ εἴδωλον. πῶς γὰρ ἂν νεκρὸν εἴη τὸ μηδέποτε ζῆσαν; ἀλλά τι καινὸν ἔδει ἐφευρεῖν αὐτῷ ὄνομα καὶ τῆς τοσαύτης παραφροσύνης ἐπάξιον. μὲν γὰρ λίθινος θρύπτεται, δὲ ὀστράκινος κατάγνυται, χαλκοῦς ἰοῦται, χρυσοῦς καὶ ἀργυροῦς χωνεύεται. ἀλλὰ καὶ πιπράσκονται οἱ θεοί σου, οἱ μὲν εὐώνως, οἱ δὲ τιμῆς ὅτι πλείστης. οὐχ θεότης γὰρ αὐτοῖς, ἀλλ̓ ὕλη τὴν πολυτέλειαν δίδωσι. Θεὸν δὲ τίς ἀγοράζει; Θεὸν τίς πωλεῖ; θεὸς δὲ [p. 482] ἀκίνητος πῶς ὀνομάζεται θεός; οὐχ ὁρᾷς ὅτι μὲν ἑστὼς οὐδέποτε καθέζεται, δὲ καθεζόμενος οὐδέποτε ἀνίσταται; Αἰσχύνθητι, ἀνόητε, χεῖρα θὲς ἐπὶ στόματι σῷ, μεμωραμένε, τὰ τοιαῦτα ἐπαινῶν. τῆς ἀληθείας γὰρ ἀλλοτριωθείς, ψευδέσι τύποις ἐπλανήθης, ἀγάλματα πλάττων, καὶ τοῖς ἔργοις τῶν χειρῶν σου Θεοῦ περιτιθεὶς ὄνομα. ἀνάνηψον, ἄθλιε, καὶ σύνες ὅτι πρεσβύτερος εἶ τοῦ ὑπὸ σοῦ γενομένου θεοῦ. ταῦτα πολλῆς ἐστι μανίας. πέπεικας δὲ σαυτόν, ἄνθρωπος ὤν, Θεὸν δύνασθαι ποιεῖν. καὶ πῶς ἐνδέχεται τοῦτο γενέσθαι; ὥστε οὐ Θεὸν ποιεῖς, ἀλλὰ μόρφωμα ἀνθρώπου ζῴου τινός, μὴ γλῶσσαν ἔχον, μὴ λάρυγγα, μὴ ἐγκέφαλον, μήτε τῶν ἐντός τι: ὥστε οὔτε ἀνθρώπου ἐστὶν ὁμοίωμα, οὔτε ζῴου, ἀλλ̓ ἄχρηστον πάντη καὶ ματαιότητος πλῆρες. τί οὖν τὰ ἀναίσθητα κολακεύεις; τί τοῖς ἀκινήτοις καὶ ἀνωφελέσι προσκάθησαι; εἰ μὴ τέχνη παρῆν τοῦ λιθοξόου τοῦ τέκτονος τοῦ σφυροκόπου, θεὸν οὐκ ἂν εἶχες. εἰ μὴ φύλακες παρεκάθηντο, ἀπώλεσας ἂν τὸν θεόν σου. γὰρ πολλάκις πόλις πολυάνθρωπος ἀφρόνων εὔχεται

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: