previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[286] πεντάπολις ἐλαφροτέρα τοῖς ἁμαρτήμασι γέγονε. τί χλευάζειν ἐπιχειρεῖς τὸ τῆς σωτηρίας κήρυγμα, δἰ ἧς τὰ ἐσκοτισμένα ἐφωτίσθη, δἰ ἧς οἱ πεπλανημένοι τὴν ὁδὸν εὗρον, δἰ ἧς οἱ ἀπολωλότες καὶ δεινῶς αἰχμαλωτισθέντες ἀνεκλήθησαν; τί κρεῖττον, εἰπέ μοι, Θεῷ λατρεύειν παντοκράτορι σὺν Υἱῷ μονογενεῖ καὶ Πνεύματι Ἁγίῳ, Θεῷ ἀκτίστῳ καὶ ἀθανάτῳ, τῇ ἀρχῇ καὶ πηγῇ τῶν ἀγαθῶν, οὗ τὸ κράτος ἀνείκαστον 1 καὶ δόξα ἀκατάληπτος, παρειστήκεισαν χίλιαι χιλιάδες καὶ μύριαι μυριάδες ἀγγελικῶν ταγμάτων καὶ οὐρανίων, καὶ πλήρης οὐρανὸς καὶ γῆ τῆς δόξης αὐτοῦ, δἰ οὗ τὰ πάντα ἐκ τοῦ μὴ ὄντος παρήχθη, δἰ οὗ κρατεῖται τὸ πᾶν καὶ συνέχεται καὶ τῇ προνοίᾳ αὐτοῦ διοικεῖται, τούτῳ βέλτιον λατρεύειν, δαίμοσι ὀλεθρίοις καὶ ἀψύχοις εἰδώλοις, ὧν δόξα καὶ ἔπαινος μοιχεία ἐστὶ καὶ παιδοφθορία καὶ τὰ λοιπὰ τῆς ἀνομίας ἔργα, περὶ τῶν ὑμετέρων ἀναγέγραπται θεῶν ἐν τοῖς συντάγμασι τῆς δεισιδαιμονίας [p. 480] ὑμῶν; οὐκ αἰδεῖσθε, ταλαίπωροι, πυρὸς ἀκοιμήτου βορά, ὁμοίωμα γένους Χαλδαϊκοῦ, 2 οὐκ αἰσχύνεσθε νεκρὰ ξόανα προσκυνοῦντες, χειρὸς

1 Dan. vii. 10

2 Cp. Is. xlin. 8-20

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: