previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[285] ληψόμεθα: ἴσως εὕρω τινὰ τοῦ κακοῦ λύσιν. Αἰτησαμένου δὲ τοῦ Θευδᾶ εἰς ὁμιλίαν ἐλθεῖν τοῦ υἱοῦ, ἕωθεν συμπαραλαβὼν αὐτόν, βασιλεὺς εἰς ἐπίσκεψιν ἀπέρχεται τοῦ υἱοῦ. καὶ καθίσας λόγους ἐκίνησεν βασιλεύς, ὀνειδίζων αὐτὸν καὶ μεμφόμενος ἐπὶ τῇ ἀνηκοΐᾳ αὐτοῦ καὶ ἀνενδότῳ γνώμῃ. ἐκείνου δὲ τὰ αὐτὰ αὖθις βεβαιοῦντος καὶ μηδὲν προτιμᾶν τῆς Χριστοῦ ἀγάπης βοῶντος, παρελθὼν εἰς μέσον, Θευδᾶς ἔφη: Τί κατέγνως, Ἰωάσαφ, τῶν ἀθανάτων ἡμῶν θεῶν, ὅτι τῆς αὐτῶν ἀπέστης λατρείας, καί, τὸν σὸν πατέρα καὶ βασιλέα οὕτως παροργίζων, μισητὸς παντὶ γέγονας τῷ λαῷ; οὐχὶ παῤ αὐτῶν σοι τὸ ζῆν; οὐκ αὐτοὶ παρέσχον σε τῷ πατρί, τῆς αὐτοῦ ἀκούσαντες εὐχῆς καὶ τῶν τῆς ἀτεκνίας δεσμῶν λυτρωσάμενοι; πολλὰς δὲ ματαιολογίας καὶ ἀνωφελεῖς προτάσεις ἐν κακοῖς γηράσας προβαλλόμενος, καὶ συλλογισμοὺς ῥάπτων περὶ τοῦ κηρύγματος τοῦ [p. 478] Εὐαγγελίου, βουλόμενος τοῦτο μὲν χλευάζειν, τὰ δὲ τῶν εἰδώλων κρατύνειν, ὀλίγον ἐπισχὼν 1 τῆς ἄνω βασιλείας υἱός, καὶ τῆς πόλεως ἐκείνης πολίτης ἣν ἔπηξεν Κύριος καὶ οὐκ ἄνθρωπος, φησὶ πρὸς τὸν Θευδᾶν. 2 Ἄκουσον, πλάνης βυθὲ καὶ ψηλαφητοῦ σκότους ζοφωδέστερε, τὸ Βαβυλώνιον σπέρμα, τὸ τῆς Χαλανικῆς πυργοποιΐας ἔκγονον, δἰ ἧς κόσμος συνεχύθη, ματαιόφρον καὶ ἄθλιε γέρον, 3 οὗπερ καὶ πυρὶ καὶ θείῳ κατακαυθεῖσα

1 IIeb. viii. 2

2 Exod. x. 21

3 Gen. xix. 24 Jude 7

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: