previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[284] τοῦ σκότους, πρὶν τελείως αὐτὸ τυπωθῆναι. ὅθεν καὶ τῷ νεανίσκῳ τούτῳ ἐπιπεσόντες 1 δεινῶς ἐταράξαμεν: δέ, τὸν Χριστὸν ἐπικαλεσάμενος εἰς συμμαχίαν καὶ τῷ σημείῳ τοῦ σταυροῦ καθοπλίσας ἑαυτόν, ἡμᾶς τε διώσατο μετ̓ ὀργῆς καὶ ἀσφάλειαν ἑαυτῷ ἔθετο. μὴ μελλήσαντες οὖν εὕρομεν ὄργανον, δἰ οὗ καὶ [p. 476] τῷ πρωτοπλάστῳ ὁμιλήσας ποτὲ ἄρχων ἡμῶν τοῦτον ἐχειρώσατο. καὶ δὴ παῤ οὐδὲν ἐθέμεθα ἂν καὶ ἡμεῖς κενὴν τὴν ἐλπίδα τοῦ νέου, ἀλλ̓ ἐπικληθεὶς αὖθις Χριστὸς εἰς συμμαχίαν, πυρὶ τῆς ἄνωθεν ὀργῆς ἡμᾶς καταφλέξας, φυγάδας εἰργάσατο. καὶ ἔγνωμεν μηκέτι πλησιάσαι αὐτῷ. οὕτω μὲν οὖν τὰ πονηρὰ πνεύματα σαφῶς ἐγνώρισε τῷ Θευδᾷ τὰ γεγενημένα. δὲ βασιλεύς, πάντοθεν ἀπορούμενος, τὸν Θευδᾶν αὖθις προσκαλεῖται, καί φησι: Τὰ μὲν δεδογμένα σοι, σοφώτατε, πάντα πληρώσαντες, οὐδεμίαν τὴν ὠφέλειαν εὕρομεν: νυνὶ δέ, εἴ τίς σοι ἑτέρα ὑπολέλειπται ἐπίνοια, κἀκείνης πεῖραν

1 Prudentius, Cathem. 134 ff.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: