previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Πάλιν οὖν ἀθυμία κατεσχε τὸν βασιλέα: πάλιν ἀπελέγετο ὅλην αὐτοῦ τὴν ζωήν, καὶ δεινὰ στρέφων ἐν ἑαυτῷ εἰς τὸ ἴδιον ἀπῄει παλάτιον. τὰ δὲ παρὰ τοῦ Θευδᾶ ἀποσταλέντα τῆς πονηρίας πνεύματα κατὰ τοῦ θείου παιδός, ἐπανελθόντα πρὸς αὐτόν, κατῃσχυμμένα τὴν ἧτταν ἀνωμολόγει, καίτοι φιλοψευδῆ ὄντα: σύμβολα γὰρ σαφῆ τῆς ἥττης ἔφερον ἐπὶ τῆς πονηρᾶς αὐτῶν ὄψεως. δέ, Καὶ οὕτω, φησίν, ἀσθενεῖς ὑμεῖς καὶ ταλαίπωροι, ὡς ἑνὸς μειρακίου μὴ περιγενέσθαι; τότε τὰ πονηρὰ πνεύματα, 1 θείᾳ δυνάμει τιμωρούμενα, εἰς φῶς ἄκοντα τὴν ἀλήθειαν ἦγεν, Οὐχ ὑπομένομεν, λέγοντα, οὐδὲ ἀντοφθαλμῆσαι ὅλως τῇ τοῦ Χριστοῦ δυνάμει καὶ τῷ συμβόλῳ τοῦ πάθους αὐτοῦ, ὃν σταυρὸν καλοῦσιν. ἐκείνου γὰρ τυπουμένου, φθάνομεν ἀνακράτος φεύγοντές τε καὶ διωθούμενοι 2 πάντες οἱ τοῦ ἀέρος ἄρχοντες καὶ κοσμοκράτορες [284] τοῦ σκότους, πρὶν τελείως αὐτὸ τυπωθῆναι. ὅθεν καὶ τῷ νεανίσκῳ τούτῳ ἐπιπεσόντες 3 δεινῶς ἐταράξαμεν: δέ, τὸν Χριστὸν ἐπικαλεσάμενος εἰς συμμαχίαν καὶ τῷ σημείῳ τοῦ σταυροῦ καθοπλίσας ἑαυτόν, ἡμᾶς τε διώσατο μετ̓ ὀργῆς καὶ ἀσφάλειαν ἑαυτῷ ἔθετο. μὴ μελλήσαντες οὖν εὕρομεν ὄργανον, δἰ οὗ καὶ [p. 476] τῷ πρωτοπλάστῳ ὁμιλήσας ποτὲ ἄρχων ἡμῶν τοῦτον ἐχειρώσατο. καὶ δὴ παῤ οὐδὲν ἐθέμεθα ἂν καὶ ἡμεῖς κενὴν τὴν ἐλπίδα τοῦ νέου, ἀλλ̓ ἐπικληθεὶς αὖθις Χριστὸς εἰς συμμαχίαν, πυρὶ τῆς ἄνωθεν ὀργῆς ἡμᾶς καταφλέξας, φυγάδας εἰργάσατο. καὶ ἔγνωμεν μηκέτι πλησιάσαι αὐτῷ. οὕτω μὲν οὖν τὰ πονηρὰ πνεύματα σαφῶς ἐγνώρισε τῷ Θευδᾷ τὰ γεγενημένα. δὲ βασιλεύς, πάντοθεν ἀπορούμενος, τὸν Θευδᾶν αὖθις προσκαλεῖται, καί φησι: Τὰ μὲν δεδογμένα σοι, σοφώτατε, πάντα πληρώσαντες, οὐδεμίαν τὴν ὠφέλειαν εὕρομεν: νυνὶ δέ, εἴ τίς σοι ἑτέρα ὑπολέλειπται ἐπίνοια, κἀκείνης πεῖραν [285] ληψόμεθα: ἴσως εὕρω τινὰ τοῦ κακοῦ λύσιν. Αἰτησαμένου δὲ τοῦ Θευδᾶ εἰς ὁμιλίαν ἐλθεῖν τοῦ υἱοῦ, ἕωθεν συμπαραλαβὼν αὐτόν, βασιλεὺς εἰς ἐπίσκεψιν ἀπέρχεται τοῦ υἱοῦ. καὶ καθίσας λόγους ἐκίνησεν βασιλεύς, ὀνειδίζων αὐτὸν καὶ μεμφόμενος ἐπὶ τῇ ἀνηκοΐᾳ αὐτοῦ καὶ ἀνενδότῳ γνώμῃ. ἐκείνου δὲ τὰ αὐτὰ αὖθις βεβαιοῦντος καὶ μηδὲν προτιμᾶν τῆς Χριστοῦ ἀγάπης βοῶντος, παρελθὼν εἰς μέσον, Θευδᾶς ἔφη: Τί κατέγνως, Ἰωάσαφ, τῶν ἀθανάτων ἡμῶν θεῶν, ὅτι τῆς αὐτῶν ἀπέστης λατρείας, καί, τὸν σὸν πατέρα καὶ βασιλέα οὕτως παροργίζων, μισητὸς παντὶ γέγονας τῷ λαῷ; οὐχὶ παῤ αὐτῶν σοι τὸ ζῆν; οὐκ αὐτοὶ παρέσχον σε τῷ πατρί, τῆς αὐτοῦ ἀκούσαντες εὐχῆς καὶ τῶν τῆς ἀτεκνίας δεσμῶν λυτρωσάμενοι; πολλὰς δὲ ματαιολογίας καὶ ἀνωφελεῖς προτάσεις ἐν κακοῖς γηράσας προβαλλόμενος, καὶ συλλογισμοὺς ῥάπτων περὶ τοῦ κηρύγματος τοῦ [p. 478] Εὐαγγελίου, βουλόμενος τοῦτο μὲν χλευάζειν, τὰ δὲ τῶν εἰδώλων κρατύνειν, ὀλίγον ἐπισχὼν 4 τῆς ἄνω βασιλείας υἱός, καὶ τῆς πόλεως ἐκείνης πολίτης ἣν ἔπηξεν Κύριος καὶ οὐκ ἄνθρωπος, φησὶ πρὸς τὸν Θευδᾶν. 5 Ἄκουσον, πλάνης βυθὲ καὶ ψηλαφητοῦ σκότους ζοφωδέστερε, τὸ Βαβυλώνιον σπέρμα, τὸ τῆς Χαλανικῆς πυργοποιΐας ἔκγονον, δἰ ἧς κόσμος συνεχύθη, ματαιόφρον καὶ ἄθλιε γέρον, 6 οὗπερ καὶ πυρὶ καὶ θείῳ κατακαυθεῖσα [286] πεντάπολις ἐλαφροτέρα τοῖς ἁμαρτήμασι γέγονε. τί χλευάζειν ἐπιχειρεῖς τὸ τῆς σωτηρίας κήρυγμα, δἰ ἧς τὰ ἐσκοτισμένα ἐφωτίσθη, δἰ ἧς οἱ πεπλανημένοι τὴν ὁδὸν εὗρον, δἰ ἧς οἱ ἀπολωλότες καὶ δεινῶς αἰχμαλωτισθέντες ἀνεκλήθησαν; τί κρεῖττον, εἰπέ μοι, Θεῷ λατρεύειν παντοκράτορι σὺν Υἱῷ μονογενεῖ καὶ Πνεύματι Ἁγίῳ, Θεῷ ἀκτίστῳ καὶ ἀθανάτῳ, τῇ ἀρχῇ καὶ πηγῇ τῶν ἀγαθῶν, οὗ τὸ κράτος ἀνείκαστον 7 καὶ δόξα ἀκατάληπτος, παρειστήκεισαν χίλιαι χιλιάδες καὶ μύριαι μυριάδες ἀγγελικῶν ταγμάτων καὶ οὐρανίων, καὶ πλήρης οὐρανὸς καὶ γῆ τῆς δόξης αὐτοῦ, δἰ οὗ τὰ πάντα ἐκ τοῦ μὴ ὄντος παρήχθη, δἰ οὗ κρατεῖται τὸ πᾶν καὶ συνέχεται καὶ τῇ προνοίᾳ αὐτοῦ διοικεῖται, τούτῳ βέλτιον λατρεύειν, δαίμοσι ὀλεθρίοις καὶ ἀψύχοις εἰδώλοις, ὧν δόξα καὶ ἔπαινος μοιχεία ἐστὶ καὶ παιδοφθορία καὶ τὰ λοιπὰ τῆς ἀνομίας ἔργα, περὶ τῶν ὑμετέρων ἀναγέγραπται θεῶν ἐν τοῖς συντάγμασι τῆς δεισιδαιμονίας [p. 480] ὑμῶν; οὐκ αἰδεῖσθε, ταλαίπωροι, πυρὸς ἀκοιμήτου βορά, ὁμοίωμα γένους Χαλδαϊκοῦ, 8 οὐκ αἰσχύνεσθε νεκρὰ ξόανα προσκυνοῦντες, χειρὸς [287] ἀνθρωπίνης ἔργα; λίθον γὰρ λαξεύσαντες ξύλον τεκτονεύσαντες, θεὸν προσηγορεύσατε: εἶτα τὸν κάλλιστον ἐκ βουκολίων ταῦρον λαβόντες, ἄλλο τυχὸν τῶν εὐπρεπεστάτων ζῴων, νεκρῷ σεβάσματι θύετε ἀνόητοι. τιμιώτερόν ἐστί σου τοῦ σεβάσματος τὸ θῦμα: τὸ μὲν γὰρ ξόανον ἄνθρωπος ἐποίησε, τὸ δὲ ζῷον Θεὸς ἐδημιούργησε. καὶ πόσον σοῦ μᾶλλον τοῦ λογικοῦ συνετώτερόν ἐστι τὸ ἄλογον ζῷον; τὸ μὲν 9 γὰρ οἶδε τὸν τρέφοντα: σὺ δὲ τὸν Θεὸν ἠγνόησας, δἰ οὗ ἐκ τοῦ μὴ ὄντος παρήχθης, δἰ οὗ ζῇς καὶ συντετήρησαι, καὶ καλεῖς θεόν, ὃν πρὸ μικροῦ ἔβλεπες σιδήρῳ τυπτόμενον καὶ πυρὶ καιόμενόν τε καὶ χωνευόμενον, καὶ σφύραις ἐλαυνόμενον, ὃν ἄργυρον καὶ χρυσὸν περιέθηκας καὶ χαμόθεν ὑψώσας ἐφ̓ ὑψηλοῦ μετεώρισας: εἶτα, πεσὼν ἐπὶ τῆς γῆς, τοῦ ταπεινοῦ λίθου κεῖσαι ταπεινότερος, προσκυνῶν οὐ Θεὸν ἀλλὰ τὰ ἔργα τῶν χειρῶν σου τὰ νεκρὰ καὶ ἄψυχα. μᾶλλον δὲ [288] οὐδὲ νεκρὸν ἂν εἴη δίκαιον καλεῖσθαι τὸ εἴδωλον. πῶς γὰρ ἂν νεκρὸν εἴη τὸ μηδέποτε ζῆσαν; ἀλλά τι καινὸν ἔδει ἐφευρεῖν αὐτῷ ὄνομα καὶ τῆς τοσαύτης παραφροσύνης ἐπάξιον. μὲν γὰρ λίθινος θρύπτεται, δὲ ὀστράκινος κατάγνυται, χαλκοῦς ἰοῦται, χρυσοῦς καὶ ἀργυροῦς χωνεύεται. ἀλλὰ καὶ πιπράσκονται οἱ θεοί σου, οἱ μὲν εὐώνως, οἱ δὲ τιμῆς ὅτι πλείστης. οὐχ θεότης γὰρ αὐτοῖς, ἀλλ̓ ὕλη τὴν πολυτέλειαν δίδωσι. Θεὸν δὲ τίς ἀγοράζει; Θεὸν τίς πωλεῖ; θεὸς δὲ [p. 482] ἀκίνητος πῶς ὀνομάζεται θεός; οὐχ ὁρᾷς ὅτι μὲν ἑστὼς οὐδέποτε καθέζεται, δὲ καθεζόμενος οὐδέποτε ἀνίσταται; Αἰσχύνθητι, ἀνόητε, χεῖρα θὲς ἐπὶ στόματι σῷ, μεμωραμένε, τὰ τοιαῦτα ἐπαινῶν. τῆς ἀληθείας γὰρ ἀλλοτριωθείς, ψευδέσι τύποις ἐπλανήθης, ἀγάλματα πλάττων, καὶ τοῖς ἔργοις τῶν χειρῶν σου Θεοῦ περιτιθεὶς ὄνομα. ἀνάνηψον, ἄθλιε, καὶ σύνες ὅτι πρεσβύτερος εἶ τοῦ ὑπὸ σοῦ γενομένου θεοῦ. ταῦτα πολλῆς ἐστι μανίας. πέπεικας δὲ σαυτόν, ἄνθρωπος ὤν, Θεὸν δύνασθαι ποιεῖν. καὶ πῶς ἐνδέχεται τοῦτο γενέσθαι; ὥστε οὐ Θεὸν ποιεῖς, ἀλλὰ μόρφωμα ἀνθρώπου ζῴου τινός, μὴ γλῶσσαν ἔχον, μὴ λάρυγγα, μὴ ἐγκέφαλον, μήτε τῶν ἐντός τι: ὥστε οὔτε ἀνθρώπου ἐστὶν ὁμοίωμα, οὔτε ζῴου, ἀλλ̓ ἄχρηστον πάντη καὶ ματαιότητος πλῆρες. τί οὖν τὰ ἀναίσθητα κολακεύεις; τί τοῖς ἀκινήτοις καὶ ἀνωφελέσι προσκάθησαι; εἰ μὴ τέχνη παρῆν τοῦ λιθοξόου τοῦ τέκτονος τοῦ σφυροκόπου, θεὸν οὐκ ἂν εἶχες. εἰ μὴ φύλακες παρεκάθηντο, ἀπώλεσας ἂν τὸν θεόν σου. γὰρ πολλάκις πόλις πολυάνθρωπος ἀφρόνων εὔχεται [289] ὡς θεῷ διαφυλαχθῆναι, τούτῳ ὀλίγοι παραμένουσι φύλακες ἵνα μὴ κλαπῇ. καὶ εἰ μὲν ἀργυροῦς χρυσοῦς ἔσται, ἐπιμελῶς φυλάσσεται: ἐὰν δὲ λίθινος πήλινος, ἄλλης τινὸς τοιαύτης εὐτελεστέρας ὕλης, ἑαυτὸν φυλάσσει: ἰσχυρότερος γὰρ ἴσως ἐστὶν πήλινος τοῦ χρυσοῦ καθ̓ ὑμᾶς. Οὐκ εἰκότως ἐστὶν ὑμᾶς τοὺς ἄφρονας, τυφλοὺς καὶ ἀσυνέτους, δικαίως καταγελᾶσθαι, μᾶλλον δὲ πενθεῖσθαι; μανίας γὰρ τὰ ἔργα ὑμῶν, οὐκ εὐσεβείας [p. 484] ἐστίν. μὲν γὰρ πόλεμον ἀσκήσας, στρατιωτικῆς ἀντίμιμον ἰδέας ξόανον ἱδρύσας, ἐκάλεσεν Ἄρην: δὲ γυναικομανοῦς ἐπιθυμίας τὴν ψυχὴν ἀνατυπωσάμενος, ἐθεοποίησε τὸ πάθος, Ἀφροδίτην προσαγορεύσας. ἄλλος, τῆς ἑαυτοῦ φιλοινίας ἕνεκεν, ἔπλασεν εἴδωλον, ὅπερ ἐκάλεσε Διόνυσον. ὁμοίως δὲ καὶ τῶν ἄλλων κακῶν ἐπιθυμηταὶ τῶν ἰδίων παθῶν ἕστησαν εἴδωλα: τὰ πάθη γὰρ αὐτῶν θεοὺς ὠνόμασαν. καὶ διὰ τοῦτο παρὰ τοῖς αὐτῶν βωμοῖς ἡδυπαθεῖς εἰσιν ὀρχήσεις, πορνικῶν ἀσμάτων ἦχοι καὶ μανιώδεις ὁρμαί. τίς δὲ αὐτῶν καθεξῆς τὴν βδελυρὰν ἐξείποι πρᾶξιν; τίς ἀνέξεται, τὰς ἐκείνων αἰσχρολογίας καταλέγων, τὸ ἑαυτοῦ μολῦναι στόμα; ἀλλὰ πᾶσι δῆλα, κἂν ἡμεῖς σιωπῶμεν. ταῦτά σου τὰ σεβάσματα, Φευδᾶ τῶν ξοάνων σου ἀναισθητότερε, τούτοις με ἐπιτρέπεις προσκυνεῖν, ταῦτα σέβεσθαι. τῆς σῆς ὄντως κακουργίας καὶ 10 ἀσυνέτου γνώμης βουλή: ἀλλ̓ ὅμοιος αὐτῶν γένοιο, σύ τε καὶ πάντες οἱ πεποιθότες ἐπ̓ αὐτοῖς. Ἐγὼ δὲ τῷ Θεῷ μου λατρεύσω, καὶ αὐτῷ [290] θύσω ὅλον ἐμαυτόν, τῷ Θεῷ τῷ κτίστῃ καὶ προνοητῇ τῶν ἁπάντων διὰ τοῦ Κυρίου ἡμῶν 11 Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν, δἰ οὗ τὴν 12 προσαγωγὴν ἐσχήκαμεν πρὸς τὸν Πατέρα τῶν 13 φώτων ἐν Πνεύματι Ἁγίῳ, δἰ οὗ ἐξηγοράσθημεν τῆς πικρᾶς δουλείας ἐν τῷ αἵματι αὐτοῦ. εἰ μὴ 14 γὰρ ἐταπείνωσεν ἑαυτὸν μέχρι καὶ δούλου μορφῆς, 15 οὐκ ἂν ἡμεῖς τῆς υἱοθεσίας ἠξιώθημεν. ἐταπεινώθη 16 γοῦν δἰ ἡμᾶς, οὐχ ἁρπαγμὸν ἡγούμενος τὴν θεότητα, ἀλλ̓ ἦν διέμεινε, καὶ οὐκ ἦν [p. 486] 17 προσέλαβεν, ὡμίλησε τοῖς ἀνθρώποις, ἀνῆλθεν ἐν τῷ σταυρῷ τῇ σαρκὶ αὐτοῦ, ἐτέθη τάφῳ 18 ἐπὶ τρισὶν ἡμέραις, κατῆλθεν ἐν τῷ ᾄδῃ, καὶ ἐξήγαγεν οὓς κατεῖχε δεσμίους δεινὸς κοσμοκράτωρ πεπραμένους ὑπὸ τῆς ἁμαρτίας. τίς 19 οὖν ἐγένετο βλάβη αὐτῷ ἐκ τούτων, τι χλευάζειν δοκεῖς; οὐχ ὁρᾷς τὸν ἥλιον τοῦτον, πόσοις καταπέμπει τὴν ἀκτῖνα τόποις ἀχρήστοις καὶ ῥυπαροῖς; πόσα ἐπιβλέπει σώματα νεκρῶν ὀδωδότα; μή τις αὐτῷ προστρίβεται μῶμος; οὐ [291] τὰ ῥυπαρὰ μὲν καὶ σεσηπότα ξηραίνει καὶ συσφίγγει, τὰ ἐσκοτισμένα δὲ φωτίζει, καὶ αὐτὸς ἀσινὴς πάντη καὶ ἀνεπίδεκτος παντὸς ὑπάρχει ῥύπου; τί δὲ τὸ πῦρ; οὐ τὸν σίδηρον μέλανα λαβὼν ἐν ἑαυτῷ καὶ ψυχρόν, φλογοειδῆ ὅλον καὶ πεπυρακτωμένον ἐργάζεται; μή τι μετέλαβε τῶν ἰδιωμάτων τοῦ σιδήρου; μή, τυπτομένου τοῦ σιδήρου σφύραις καὶ μαστιζομένου, πάσχει τι τὸ πῦρ βλάβην ὅλως ὑφίσταται; Εἰ οὖν τὰ κτιστὰ ταῦτα καὶ φθαρτὰ οὐδὲν ἀπὸ τῆς κοινωνίας τῶν εὐτελεστέρων πάσχειν πέφυκε, τίνι λόγῳ, ἀνόητε σὺ καὶ λιθοκάρδιε, χλευάζειν με τολμᾷς λέγοντα ὅτι υἱὸς καὶ λόγος τοῦ Θεοῦ, οὐδόλως ἐκστὰς τῆς πατρικῆς δόξης, ἀλλ̓ αὐτὸς ὢν Θεός, ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἀνείληφε σῶμα ἀνθρώπινον, ἵνα τοὺς ἀνθρώπους κοινωνοὺς ποιήσῃ τῆς θείας καὶ νοερᾶς φύσεως, καὶ ἐκ τῶν καταχθονίων τοῦ ᾄδου ἐξαγαγὼν τὴν ἡμῶν οὐσίαν, τῇ οὐρανίῳ τιμήσῃ δόξῃ ἵνα τὸν ἄρχοντα τοῦ σκότους τοῦ αἰῶνος τούτου, τῇ προσλήψει τῆς σαρκὸς δελεάσας, χειρώσηται, καὶ τὸ γένος ἡμῶν τῆς αὐτοῦ τυραννίδος ἐλευθερώσειν. ἔνθεν τοι καὶ ἀπαθῶς προσομιλεῖ [p. 488] τῷ πάθει τοῦ σταυροῦ, τὰς δύο παριστῶν φύσεις αὐτοῦ: ὡς μὲν γὰρ ἄνθρωπος σταυροῦται, 20 ὡς θεὸς δὲ σκοτίζει τὸν ἥλιον, κλονεῖ τὴν γῆν, καὶ πολλὰ κεκοιμημένα ἐγείρει σώματα ἐκ τῶν μνημάτων: πάλιν ὡς ἄνθρωπος θνήσκει, ὡς δὲ [292] θεὸς ἐξανίσταται σκυλεύσας τὸν ᾄδην. διὸ καὶ 21 κέκραγεν προφήτης: ᾄδης ἐπικράνθη συναντήσας σοι κάτω. ἐπικράνθη γὰρ καὶ ἐνεπαίχθη ἄνθρωπον δοκῶν λαβεῖν ψιλόν, τῷ Θεῷ δὲ περιτυχών, καὶ κενὸς ἐξαίφνης γεγονὼς καὶ αἰχμάλωτος. ἐγείρεται τοιγαροῦν ὡς Θεός, καὶ ἀνέρχεται εἰς οὐρανούς, ὅθεν οὐδαμῶς ἐχωρίσθη. καὶ τὴν φύσιν ἡμῶν τὴν εὐτελῆ, τὴν πάντων ἀσυνετωτέραν, τὴν ἀγνώμονα καὶ ἠτιμωμένην, τῶν πάντων ἀνωτέραν πεποίηκε, καὶ ἐπὶ θρόνου δόξης ἐνίδρυσε, δόξης ἀποστίλβουσαν ἀθανάτου. τίς οὖν αὐτῷ τῷ Θεῷ καὶ λόγῳ προσεγένετο ἐντεῦθεν βλάβη, ὅτι βλασφημεῖν οὐκ ἐρυθριᾷς; τί δέ; βέλτιον ταῦτα ὁμολογεῖν, καὶ τοιοῦτον σέβεσθαι Θεόν, ἀγαθὸν καὶ φιλάνθρωπον, ὃς ἐντέλλεται δικαιοσύνην, ἐγκράτειαν ἐπιτάσσει, καθαρότητα νομοθετεῖ, ἐλεεῖν διδάσκει, πίστιν παρέχει, εἰρήνην κηρύσσει, αὐτοαλήθεια ὀνομάζεται καὶ ἔστιν, αὐτοαγάπη, αὐτοαγαθότης: τοῦτον βέλτιον σέβεσθαι τοὺς θεούς σου, τοὺς πολυπαθεῖς καὶ κακούς, τοὺς αἰσχροὺς καὶ τοῖς πράγμασι καὶ τοῖς ὀνόμασιν; οὐαὶ ὑμῖν, τῶν λίθων λιθωδέστεροι καὶ τῶν ἀλόγων ἀλόγων ἀλογώτεροι, τῆς ἀπωλείας υἱοί, τοῦ σκότους κληρονόμοι: μακάριος δὲ ἐγὼ καὶ πάντες οἱ Χριστιανοί, Θεὸν ἔχοντες ἀγαθὸν καὶ φιλάνθρωπον. οἱ γὰρ αὐτῷ λατρεύοντες, κἂν ὀλίγον χρόνον ἐν τῷ νῦν βίῳ κακοπαθήσωσιν, [p. 490] ἀλλὰ τὸν ἀθάνατον τῆς ἀνταποδόσεως καρπὸν τρυγήσουσιν ἐν τῇ βασιλείᾳ τῆς [293] ἀτελευτήτου καὶ θείας μακαριότητος.

1 Cyril, Cat. xiii. 140

2 Eph. vi. 12

3 Prudentius, Cathem. 134 ff.

4 IIeb. viii. 2

5 Exod. x. 21

6 Gen. xix. 24 Jude 7

7 Dan. vii. 10

8 Cp. Is. xlin. 8-20

9 Is. i. 3

10 Ps. cxiv. 8

11 1 Tim. i. 1

12 Eph. ii. 18

13 Jas. i. 17

14 Phil. ii. 7, 8

15 Gal. iv. 4

16 Phil. ii. 6

17 Cp. Baruch. iii. 28 Mat. xii. 40

18 1 Pet. iii. 18-20 Eph. iv. 8

19 Cp. Greg. Naz. Orat. xxxviii. p. 672

20 Mat xxvii. 45 ff.

21 Is. xiv. 9

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: