previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[279] δὲ σπορεὺς τῆς κακίας καὶ τῶν δικαίων ἐχθρός, σαλευομένην αὐτοῦ τὴν καρδίαν ἰδὼν χαρᾶς ἔμπλεως γεγονὼς φωνεῖ παρευθὺ τὰ σὺν αὐτῷ παραγενόμενα τῆς πονηρίας πνεύματα, Ὁρᾶτε, κράζων, ὅπως κόρη αὕτη διανῦσαι ἐπείγεται οὐκ ἠδυνήθημεν ἡμεῖς ἀνῦσαι. δεῦτε οὖν, ἰσχυρῶς νῦν ἐπιπέσωμεν αὐτῷ: οὐχ εὑρήσομεν γὰρ ἄλλον καιρὸν οὑτωσὶ ἐπιτήδειον τὸ θέλημα πληρῶσαι τοῦ πέμψαντος ἡμᾶς. ταῦτα συλλαλήσας δολιόφρων τοῖς ἑαυτοῦ κυσίν, ἐπεμβαίνουσι τῷ Χριστοῦ στρατιώτῃ, πάσας αὐτοῦ τῆς ψυχῆς τὰς δυνάμεις ταράξαντες, καὶ δεινὸν ἔρωτα τῆς κόρης ὑποθέμενοι, πῦρ τε σφοδρότατον ἐπιθυμίας ἐκκαύσαντες ἐν αὐτῷ. Ὁρῶν δὲ ἑαυτὸν ἐκεῖνος ἰσχυρῶς φλεγόμενον καὶ πρὸς τὴν ἁμαρτίαν αἰχμαλωτιζόμενον, καὶ τοὺς λογισμοὺς αὐτοῦ τὴν σωτηρίαν τῆς κόρης καὶ πρὸς Θεὸν ἐπιστροφήν, ὡς ἀγκίστρῳ δέλεαρ, τῇ προκειμένῃ πράξει περιτιθεμένους, καὶ ὀχλοῦντας αὐτῷ τῇ τοῦ ἐχθροῦ ὑποβολῇ μὴ ἁμαρτίαν εἶναι τὸ ἐπὶ σωτηρίᾳ ψυχῆς ἅπαξ γυναικὶ [p. 468] συγγενέσθαι, στενάξας ἐν ἀπορίᾳ ψυχῆς βύθιον τι καὶ τετηκός, ἑαυτὸν εὐθὺς πρὸς εὐχὴν συντείνει, καὶ ὀχετοὺς δακρύων ἐξ ὀφθαλμῶν δαψιλῶς προχέων ἐβόα πρὸς τὸν δυνάμενον σώζειν τοὺς 1 ἐπ̓ αὐτῷ πεποιθότας: Ἐπὶ σοί, Κύριε, ἤλπισα: 2 μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, μηδὲ καταγελασάτωσάν με οἱ ἐχθροί μου, τὸν τῆς σῆς ἐχόμενον δεξιᾶς: ἀλλὰ παράστηθί μοι ἐν τῇ 3 ὥρᾳ ταύτῃ, καὶ κατὰ τὸ σὸν θέλημα εὔθυνον τὰς

1 Ps. xxxi. 1

2 Ps. xxv. 2

3 Ps. v. 8

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: