previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[278] ἐφ̓ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. εἰ οὖν χαρὰ γίνεται ἐν οὐρανῷ δἰ ἐπιστροφὴν ἁμαρτωλοῦ, τῷ προξένῳ τῆς ἐπιστροφῆς οὐ μέγας ἐποφείλεται μισθός; ναί, οὕτως ἔχει, καὶ μὴ ἀμφίβαλλε. οὐ πολλὰ δὲ καὶ οί ἀρχηγοὶ τῆς θρησκείας ὑμῶν ἀπόστολοι κατ̓ οἰκονομίαν ἐποίουν, παραβαίνοντες ἔσθ̓ ὅτε ἐντολήν ἕνεκα μείζονος 1 ἐντολῆς; οὐ τὸν Παῦλον λέγεται περιτεμεῖν τὸν Τιμόθεον, ἕνεκα κρείττονος οἰκονομίας; καίτοι παράνομον Χριστιανοῖς περιτομὴ λεγόγισται: ἀλλ̓ ὅμως ἐκεῖνος οὐ παρῃτήσατο τοῦτο ποιῆσαι. καὶ πολλὰ τοιαῦτα ἐν ταῖς Γραφαῖς σου εὑρήσεις. εἰ οὖν κατὰ ἀλήθειαν, καθὼς λέγεις, σῶσαί μου τὴν ψυχὴν ζητεῖς, τὴν μικράν μου ταύτην ἐπιθυμίαν πλήρωσον. καὶ ἐγὼ μὲν τελείᾳ σοι κοινωνίᾳ γάμου συναφθῆναι ζητοῦσα, ἐπεί σοι οὐ καταθύμιόν ἐστι τοῦτο, οὐκ ἔτι σε καταναγκάζω, τὰ ἀρεστά σοι πάντα ποιοῦσα: λοιπὸν καὶ αὐτὸς μὴ πάντη βδελύξῃ: ἀλλ̓, ὑπακούσας μου τὸ ἅπαξ τοῦτο, σώσεις με, τῆς δεισιδαίμονος [p. 466] πλάνης ῥυσάμενος, τὰ δεδογμένα δέ σοι εἰς τὸ ἑξῆς ποιήσεις διὰ βίου παντός. Οὕτω λέγουσα ῾καὶ γὰρ εἶχε τὸν εἰσηγούμενον, 2 καὶ τὰ ὦτα ὐπεῖχεν αὕτη κρυφίως: καὶ Γραφῶν ἔμπειρος λῃστὴς ἦν, τῆς κακίας ὄντως δημιουργὸς καὶ διδάσκαλος᾿, τοιαῦτα τοιγαροῦν λέγουσα καὶ ὑποσαίνουσα, δίκτυά τε καὶ παγίδας ἐκ δεξιῶν τε καὶ ἐξ εὐωνύμων αὐτῷ περιπλέκουσα, τὸν πύργον αὐτοῦ τῆς ψυχῆς διασαλεύειν ἤρχετο, τὸν τόνον τε ὑποχαλᾶν αὐτοῦ τῆς προθέσεως, καὶ τὴν γνώμην μαλακωτέραν ποιεῖν.

1 Acts xvi. 3

2 Greg. Naz. Orat. xl. 10

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: