previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[277] ὃν καὶ κορυφαῖον τῶν ἀποστόλων φατὲ γεγονέναι, 1 γαμετὴν γέγραπται ἐσχηκέναι; τίσιν οὖν αὐτὸς πειθόμενος μολυσμὸν τοῦτο καλεῖς; πάνυ μοι δοκεῖς, δέσποτα, τῆς ἀληθείας τῶν δογμάτων ὑμῶν ἀποπλανᾶσθαι. δέ, Ναί, φησίν, γύναι: οὕτως ἔχει ταῦτα πάντα καθὼς εἴρηκας. ἐφεῖται γὰρ τοῖς βουλομένοις γάμῳ κοινωνεῖν: ἀλλ̓ οὐ τοῖς ἅπαξ ἐπαγγελλομένοις τῷ Χριστῷ παρθενεύειν. ἐγὼ γάρ, ἐξότε τῷ λουτρῷ ἐκαθαρίσθην τοῦ θείου βαπτίσματος, τῶν τῆς νεότητος καὶ ἀγνοίας μου πταισμάτων καθαρὸν ἐμαυτὸν παραστῆσαι τῷ Χριστῷ συνεταξάμην: καὶ πῶς τὰ ὡμολογημένα Θεῷ διαλῦσαι τολμήσω; Ἔφη δὲ αὖθις γυνή: Ἔστω καὶ τοῦτό σου τὸ θέλημα, καθὼς βούλοιο. ἄλλην δὲ μικράν τινα [p. 464] καὶ οὐδαμινὴν πλήρωσον ἐπιθυμίαν μου, εἴπερ ὄντως ἐν ἀληθείᾳ τὴν ψυχήν μου θέλεις σῶσαι. συγγενοῦ μοι ταύτῃ τῇ νυκτὶ καὶ μόνον, καὶ τοῦ σοῦ κατατρυφῆσαί με κάλλους ποίησον, τῆς ἐμῆς τε αὐτὸς ἐμπλήσθητι ὡραιότητος. καὶ λόγον σοι δίδωμι, ἅμα πρωῒ Χριστιανὴν γενέσθαι καὶ πᾶσαν ἐκφυγεῖν τὴν τῶν θεῶν μου λατρείαν. καὶ ἔσται σοι οὐ μόνον συγγνώμη ἕνεκεν τῆς οἰκονομίας ταύτης, ἀλλὰ καὶ δωρεῶν ἀντάμειψις παρὰ τῷ Θεῷ σου ἕνεκα τῆς ἐμῆς σωτηρίας: Χαρὰ 2 γάρ, φησὶν Γραφή σου, γίνεται ἐν οὐρανῷ

1 1 Cor. ix. 5

2 Luke xv. 7

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: