previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[275] πρὸς τὸν τῆς ἐμπαθείας κατασῦραι βόθρον τὴν θεοφιλῆ ψυχὴν ἐκείνην, καθά ποτε καὶ τῷ 1 γενάρχῃ πεποίηκε διὰ τῆς Εὔας, τοῦ παραδείσου καὶ τοῦ Θεοῦ ταλαιπώρως φεῦ ἐξορίσας, καὶ θανάτῳ ὑπόδικον αὐτὸν ἀντὶ τῆς μακαρίας καὶ ἀθανάτου ζωῆς γενέσθαι παρασκευάσας. Ὡς γὰρ ἤκουσεν κόρη τὰ ῥήματα ἐκεῖνα τὰ πάσης πεπληρωμένα σοφίας, ἀσύνετος οὖσα οὐ συνῆκεν: ἀλλὰ τοιαύτας ἐδίδου τὰς ἀποκρίσεις, ὡς ἅτε γλῶσσα καὶ στόμα τῷ πονηρῷ γενομένη, καί φησιν: Εἰ τῆς ἐμῆς, δέσποτα, σωτηρίας φροντίζεις, καὶ προθυμῇ τῷ Θεῷ σου προσαγαγεῖν με καὶ τὴν ταπεινὴν ψυχήν μου σῶσαι, ποίησον καὶ αὐτὸς μίαν μου αἴτησιν, καί, πᾶσιν εὐθὺς τοῖς πατρῴοις μου θεοῖς ἀποταξαμένη, τῷ σῷ συντάξομαι Θεῷ, μέχρι τελευταίας αὐτῷ λατρεύουσα ἀναπνοῆς, καὶ μισθὸν λήψῃ τῆς ἐμῆς σωτηρίας καὶ πρὸς τὸν Θεὸν ἐπιστροφῆς. Τοῦ δέ, Τίς ἀξίωσις, γύναι; εἰπόντος,

1 Gen. iii. 6

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: