previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[273] τοίνυν ἐχθρὸς ἐξαπορηθείς, καὶ παντελῶς ἀπαγορεύσας ἑλεῖν τὸν γενναῖον, ἑτέραν ἔρχεται δεινὸς ἀπάτην ποικιλωτέραν, ἀεί ποτε πονηρὸς ὢν καὶ τὸ τεχνάζεσθαι καὶ βλάπτειν οὐδαμῶς ἀπολείπων. εἰς ἔργον γὰρ ἀγαγεῖν τὰ ἐντεταλμένα αὐτῷ παρὰ τοῦ Θευδᾶ μυρία γέγονε σπουδή. καὶ οὕτω πάλιν τὰ φάρμακα ἀρτύει. Μίαν γὰρ ὑπεισελθὼν τῶν νεανίδων ἐκείνων, [p. 458] ἥτις πασῶν ἦν εὐμορφοτάτη, θυγάτηρ οὖσα βασιλέως, καὶ αἰχμάλωτος τῆς ἰδίας ἀλλοτριωθεῖσα πατρίδος, τῷ βασιλεῖ δὲ Ἀβενὴρ ὡς μέγιστόν τι προσαχθεῖσα δῶρον, ἥν, ὡς πάνυ ὡραιοτάτην οὖσαν, εἰς ὄλισθον καὶ ὑποσκελισμὸν τοῦ υἱοῦ πατὴρ ἦν ἀποστείλας, ταύτην ἀπατεὼν ὑπεισέρχεται, καὶ λόγους αὐτῇ ὑποτίθησι, πάνυ τὸ σοφὸν καὶ συνετὸν ἐμφαίνοντας τοῦ ταῦτης λογισμοῦ. πάντα γὰρ τὰ πρὸς κακίαν μηχανήματα ῥᾳδίως πονηρὸς μετέρχεται. 1 εἶτα, τῷ τοῦ βασιλέως υἱῷ ἐκ δεξιᾶς προσπεσών, φίλτρον ἐντίθησιν αὐτῷ τῆς κόρης, διὰ τὸ νουνεχὲς δῆθεν αὐτῆς καὶ κόσμιον, καὶ διὰ τὸ εὐγενῆ οὕτω καὶ βασιλικῆς οὖσαν σειρᾶς

1 Zech. iii. 1; Ps. cix.6

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: