previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[269] ὑπασπισταὶ καὶ δορυφόροι τὴν ἑκάστου κλῆσιν ἐδήλουν. ὡς δὲ τὴν κλῆσιν τῶν γυναικῶν ἤρετο [p. 452] μαθεῖν, τὸν σπαθάριον τοῦ βασιλέως χαριέντως εἰπεῖν, δαίμονας αὐτὰς καλεῖσθαι, αἳ τοὺς ἀνθρώπους πλανῶσιν. δὲ τοῦ παιδὸς καρδία τῷ ἐκείνων πόθῳ πλέον τῶν λοιπῶν ἐθέλχθη. ὡς οὖν, πάντα περιελθόντες, πρὸς τὸν βασιλέα ἐπανήγαγον αὐτόν, ἐπηρώτα βασιλεὺς τί ἀρεστὸν αὐτῷ τῶν ὁραθέντων ἐφάνη. Τί, φησὶν παῖς, ἀλλ̓ οἱ δαίμονες ἐκεῖνοι, οἱ τοὺς ἀνθρώπους πλανῶντες; οὐδενὸς γὰρ τῶν ὀφθέντων μοι σήμερον, τῇ ἐκείνων φιλίᾳ ἐξεκαύθη μου ψυχή. καὶ ἐθαύμασεν βασιλεὺς ἐκεῖνος ἐπὶ τῷ ῥήματι τοῦ παιδός, καὶ οἷόν ἐστι τυραννικὸν χρῆμα γυναικῶν ἔρως. καὶ σὺ τοίνυν μὴ ἄλλως οἴου ὑποτάξαι σου τὸν υἱόν, τούτῳ δὴ τῷ τρόπῳ. Δέχεται τὸν λόγον ἀσμένως βασιλεύς. καὶ παράγονται αὐτῷ ἐξ ἐπιλογῆς κόραι ὡραῖαι καὶ περικαλλεῖς, ἃς καὶ κόσμῳ λαμπρύνας διαυγεῖ καὶ ὅλως πρὸς τὸ ἐπαγωγὸν εὐτρεπίσας, τοὺς μὲν θεράποντας καὶ ὑπηρέτας τοῦ υἱοῦ πάντας ἐκβάλλει τοῦ παλατίου, ἐκείνας δὲ ἀντικαθίστησιν. αὗται οὖν περιεφύοντο αὐτῷ, συνεπλέκοντο, πρὸς τὴν μυσαρὰν αὐτὸν συνουσίαν ἠρέθιζον, διὰ πάντων σχημάτων τε καὶ ῥημάτων ἐκκαλούμεναι πρὸς ἡδονήν. οὐκ εἶχεν ἑτέρῳ τινὶ προσβλέψαι ὁμιλῆσαι, συναριστῆσαι: αὗται γὰρ ἦσαν αὐτῷ πάντα. καὶ ταῦτα μὲν βασιλεὺς ἐποίει. Θευδᾶς

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: