previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Βασιλεύς τις παιδὸς ἀμοιρῶν ἄρρενος ἠνιᾶτο λίαν τὴν ψυχὴν ἀχθόμενος, καὶ ἀτύχημα τοῦτο οὐ μικρὸν λογιζόμενος. ἐν τούτοις οὖν αὐτῷ ὄντι γεννᾶται υἱός: καὶ χαρᾶς ἐπὶ τούτῳ τὴν καρδίαν ἐπεπλήρωτο βασιλεύς. εἶπον δὲ αὐτῷ οἱ τῶν ἰατρῶν ἐπιστήμονες, ὡς, εἰ ἐντὸς τῶν δώδεκα χρόνων ἥλιον πῦρ τὸ παιδίον τοῦτο ἴδοι, στερηθήσεται παντάπασι τοῦ φωτός: τοῦτο γὰρ τῶν ὀμμάτων αὐτοῦ θέσις δηλοῖ. ταῦτα τὸν βασιλέα ἀκούσαντα λέγεται οἰκίσκον ἀντρῶδες ἐκ πέτρας τινὸς λαξεῦσαι, κἀκεῖσε τὸν παῖδα μετὰ τῶν τιθηνούντων αὐτὸν κατακλείσαντα, μηδόλως, μέχρι συμπληρώσεως τῶν δώδεκα ἐνιαυτῶν, φωτὸς ὑποδεῖξαι μαρμαρυγὴν τὸ παράπαν. μετὰ δὲ τὴν συμπλήρωσιν τῶν δώδεκα ἐτῶν ἐξάγει τοῦ οἰκίσκου τὸν παῖδα μηδὲν ὅλως τοῦ κόσμου θεασάμενον, καὶ κελεύει βασιλεὺς πάντα κατὰ γένος παραστήσαντας ὑποδεῖξαι αὐτῷ, ἄνδρας μὲν ἐν ἑνὶ τόπῳ, ἀλλαχοῦ δὲ γυναῖκας, ἑτέρωθι χρυσόν, ἄργυρον, ἀλλαχόθεν μαργαρίτας τε καὶ λίθους πολυτελεῖς, ἱμάτια λαμπρὰ καὶ κόσμια, ἅρματα περικαλλῆ μετὰ ἵππων βασιλικῶν χρυσοχαλίνων σὺν τάπησιν ἁλουργοῖς, καὶ ἀναβάτας ἐπ̓ αὐτοῖς ὁπλοφόρους, βουκόλιά τε βοῶν καὶ ποίμνια προβάτων. καί, ἁπλῶς εἰπεῖν, πάντα στοιχηδὸν ὑπεδείκνυον τῷ παιδί. πυνθανομένου δὲ αὐτοῦ τί τούτων ἕκαστον καλεῖται, οἱ τοῦ βασιλέως [269] ὑπασπισταὶ καὶ δορυφόροι τὴν ἑκάστου κλῆσιν ἐδήλουν. ὡς δὲ τὴν κλῆσιν τῶν γυναικῶν ἤρετο [p. 452] μαθεῖν, τὸν σπαθάριον τοῦ βασιλέως χαριέντως εἰπεῖν, δαίμονας αὐτὰς καλεῖσθαι, αἳ τοὺς ἀνθρώπους πλανῶσιν. δὲ τοῦ παιδὸς καρδία τῷ ἐκείνων πόθῳ πλέον τῶν λοιπῶν ἐθέλχθη. ὡς οὖν, πάντα περιελθόντες, πρὸς τὸν βασιλέα ἐπανήγαγον αὐτόν, ἐπηρώτα βασιλεὺς τί ἀρεστὸν αὐτῷ τῶν ὁραθέντων ἐφάνη. Τί, φησὶν παῖς, ἀλλ̓ οἱ δαίμονες ἐκεῖνοι, οἱ τοὺς ἀνθρώπους πλανῶντες; οὐδενὸς γὰρ τῶν ὀφθέντων μοι σήμερον, τῇ ἐκείνων φιλίᾳ ἐξεκαύθη μου ψυχή. καὶ ἐθαύμασεν βασιλεὺς ἐκεῖνος ἐπὶ τῷ ῥήματι τοῦ παιδός, καὶ οἷόν ἐστι τυραννικὸν χρῆμα γυναικῶν ἔρως. καὶ σὺ τοίνυν μὴ ἄλλως οἴου ὑποτάξαι σου τὸν υἱόν, τούτῳ δὴ τῷ τρόπῳ. Δέχεται τὸν λόγον ἀσμένως βασιλεύς. καὶ παράγονται αὐτῷ ἐξ ἐπιλογῆς κόραι ὡραῖαι καὶ περικαλλεῖς, ἃς καὶ κόσμῳ λαμπρύνας διαυγεῖ καὶ ὅλως πρὸς τὸ ἐπαγωγὸν εὐτρεπίσας, τοὺς μὲν θεράποντας καὶ ὑπηρέτας τοῦ υἱοῦ πάντας ἐκβάλλει τοῦ παλατίου, ἐκείνας δὲ ἀντικαθίστησιν. αὗται οὖν περιεφύοντο αὐτῷ, συνεπλέκοντο, πρὸς τὴν μυσαρὰν αὐτὸν συνουσίαν ἠρέθιζον, διὰ πάντων σχημάτων τε καὶ ῥημάτων ἐκκαλούμεναι πρὸς ἡδονήν. οὐκ εἶχεν ἑτέρῳ τινὶ προσβλέψαι ὁμιλῆσαι, συναριστῆσαι: αὗται γὰρ ἦσαν αὐτῷ πάντα. καὶ ταῦτα μὲν βασιλεὺς ἐποίει. Θευδᾶς [270] δὲ πάλιν τὸ πονηρὸν ἐκεῖνο καταλαβὼν σπήλαιον, καὶ εἰς τὰς βίβλους ἐγκύψας τὰς ταῦτα ἐνεργεῖν δυναμένας, καὶ ἓν τῶν πονηρῶν πνευμάτων καλέσας, εἰς πόλεμον ἐκπέμπει τοῦ στρατιώτου τῆς Χριστοῦ παρατάξεως: οὐκ εἰδὼς ἄθλιος οἷον ἔμελλε γέλωτα ὑποστῆναι καὶ αἰσχύνης πληροῦσθαι [p. 454] σὺν πάσῃ τῇ ὑπ̓ αὐτὸν δαιμονικῇ φάλαγγι. 1 τὸ δὲ πονηρὸν πνεῦμα, ἄλλα τε πονηρότερα συμπαραλαβὸν πνεύματα, τὸν κοιτῶνα καταλαμβάνει τοῦ γενναίου παιδός, καὶ ἐπιπίπτει αὐτῷ λαβρότατον ἀνάψαν τῆς σαρκὸς τὴν κάμινον. καὶ μὲν πονηρὸς ἔνδον ἀνέφλεγεν: αἱ δὲ τὴν ὄψιν εὐπρεπεῖς, τὴν δὲ ψυχὴν καὶ λίαν δυσειδεῖς, κόραι ἔξωθεν τὴν πονηρὰν ἐχορήγουν ὕλην. δὲ καθαρὰ ἐκείνη ψυχὴ τῆς προσβολῆς αἰσθομένη [271] τοῦ πονηροῦ, καὶ τὸν πόλεμον ὁρῶσα τῶν ἀτόπων λογισμῶν ἐπ̓ αὐτὴν σφοδρῶς ἐρχόμενον, διεταράττετο: καὶ λύσιν εὑρεῖν τοῦ τοσούτου κακοῦ ἐπεζήτει, καθαρόν τε ἑαυτὸν παραστῆσαι τῷ Χριστῷ, καὶ μὴ τῷ βορβόρῳ τῶν παθῶν καταχρᾶναι τὴν ἁγίαν ἐκείνην στολήν, ἣν αὐτὸν τοῦ ἁγίου βαπτίσματος ἠμφιάσατο χάρις. εὐθὺς οὖν ἔρωτι ἀνθίστησιν ἔρωτα, τῷ ἀκολάστῳ τὸν θεϊκόν, καὶ εἰς μνήμην ἄγει ἑαυτὸν τῆς ὡραιότητος ἐκείνης καὶ ἀνεκλαλήτου δόξης Χριστοῦ τοῦ ἀθανάτου νυμφίου τῶν καθαρωτάτων ψυχῶν, 2 καὶ τοῦ νυμφῶνος ἐκείνου καὶ γάμου, οὗπερ ἐλεεινῶς ἐκβάλλονται οἱ τὸν νυμφικὸν σπιλώσαντες χιτῶνα, δεδεμένοι χεῖρας καὶ πόδας, εἰς τὸ ἐξώτερον σκότος. ταῦτα λογισάμενος καὶ σύνδακρυς γενόμενος, ἔτυπτε τὸ στῆθος, οἷα κακοὺς κηφῆνας τοὺς πονηροὺς ἐκεῖθεν λογισμοὺς φυγαδεύων. εἶτα διαναστὰς καὶ χεῖρας εἰς οὐρανὸν διάρας, θερμοῖς δάκρυσι καὶ στεναγμοῖς τὸν Θεὸν ἐπεκαλεῖτο πρὸς συμμαχίαν, καὶ ἔλεγε: Κύριε παντοκράτορ, μόνος δυνατὸς καὶ οἰκτίρμων, ἐλπὶς τῶν ἀπηλπισμένων, τῶν ἀβοηθήτων 3 βοήθεια, μνήσθητί μου τοῦ ἀχρείου σου [p. 456] δούλου ἐν τῇ ὥρᾳ ταύτῃ, καὶ ἱλέῳ μοι ἐπίβλεψον 4 ὄμματι, καὶ ῥῦσαι ἀπὸ ῥομφαίας δαιμονικῆς τὴν ψυχήν μου καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου: καὶ μὴ ἐάσῃς ἐμπεσεῖν με εἰς χεῖρας ἐχθρῶν 5 μου, μηδὲ ἐπιχαρείησάν μοι οἱ μισοῦντές με: καὶ μὴ ἐγκαταλίπῃς με καταφθαρῆναι ἐν ἀνομίαις, [272] καὶ καθυβρίσαι μου τὸ σῶμα ὅπερ ἁγνόν σοι παραστῆσαι ἐπηγγειλάμην. σὲ γὰρ ποθῶ, καὶ σοὶ προσκυνῶ τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας. καὶ ἐπειπὼν τὸ ἀμήν, θείας ᾔσθετο παρακλήσεως οὐρανόθεν αὐτῷ ἐπιφοιτησάσης, καὶ οἱ πονηροὶ ὑπεχώρουν λογισμοί: αὐτὸς δὲ μέχρι πρωΐας εὐχόμενος διετέλεσε. καὶ γνοὺς τὰ μηχανήματα τοῦ δολίου, ἤρξατο ἐπὶ πλεῖον πιέζειν τὸ σῶμα τροφῆς ἐνδείᾳ καὶ δίψῃ, καὶ τῇ ἄλλῃ ταλαιπωρίᾳ, ὁλονύκτους μὲν ἐπιτελῶν στάσεις, ἑαυτὸν δὲ ἀναμιμνήσκων τῶν πρὸς τὸν Θεὸν ὁμολογιῶν, καὶ ὑπογράφων τῷ λογισμῷ τὴν ἐκεῖθεν τῶν δικαίων λαμπρότητα, τὴν ἠπειλημένην τε τοῖς φαύλοις γέενναν ἀνιστορῶν ἐναργέστατα: ὅπως μή, ἀργὴν καὶ ἄνετον ἐχθρὸς εὑρὼν τὴν ψυχήν, λογισμοὺς αὐτῇ πονηροὺς ῥᾳδίως ὑποσπείρῃ, καὶ τὸ καθαρὸν ἐπιθολώσῃ τῆς διανοίας. πάντοθεν [273] τοίνυν ἐχθρὸς ἐξαπορηθείς, καὶ παντελῶς ἀπαγορεύσας ἑλεῖν τὸν γενναῖον, ἑτέραν ἔρχεται δεινὸς ἀπάτην ποικιλωτέραν, ἀεί ποτε πονηρὸς ὢν καὶ τὸ τεχνάζεσθαι καὶ βλάπτειν οὐδαμῶς ἀπολείπων. εἰς ἔργον γὰρ ἀγαγεῖν τὰ ἐντεταλμένα αὐτῷ παρὰ τοῦ Θευδᾶ μυρία γέγονε σπουδή. καὶ οὕτω πάλιν τὰ φάρμακα ἀρτύει. Μίαν γὰρ ὑπεισελθὼν τῶν νεανίδων ἐκείνων, [p. 458] ἥτις πασῶν ἦν εὐμορφοτάτη, θυγάτηρ οὖσα βασιλέως, καὶ αἰχμάλωτος τῆς ἰδίας ἀλλοτριωθεῖσα πατρίδος, τῷ βασιλεῖ δὲ Ἀβενὴρ ὡς μέγιστόν τι προσαχθεῖσα δῶρον, ἥν, ὡς πάνυ ὡραιοτάτην οὖσαν, εἰς ὄλισθον καὶ ὑποσκελισμὸν τοῦ υἱοῦ πατὴρ ἦν ἀποστείλας, ταύτην ἀπατεὼν ὑπεισέρχεται, καὶ λόγους αὐτῇ ὑποτίθησι, πάνυ τὸ σοφὸν καὶ συνετὸν ἐμφαίνοντας τοῦ ταῦτης λογισμοῦ. πάντα γὰρ τὰ πρὸς κακίαν μηχανήματα ῥᾳδίως πονηρὸς μετέρχεται. 6 εἶτα, τῷ τοῦ βασιλέως υἱῷ ἐκ δεξιᾶς προσπεσών, φίλτρον ἐντίθησιν αὐτῷ τῆς κόρης, διὰ τὸ νουνεχὲς δῆθεν αὐτῆς καὶ κόσμιον, καὶ διὰ τὸ εὐγενῆ οὕτω καὶ βασιλικῆς οὖσαν σειρᾶς [274] τῆς πατρίδος ἅμα καὶ δόξης ἐστερῆσθαι. πρὸς τούτοις καὶ λογισμοὺς ὑποσπείρει τοῦ ἀπαλλάξαι αὐτὴν τῆς εἰδωλομανίας καὶ Χριστιανὴν ποιῆσαι. Ταῦτα δὲ πάντα μηχαναὶ ἦσαν τοῦ δολίου δράκοντος. οὕτω γὰρ τὴν ψυχὴν διατεθεὶς τοῦ βασιλέως υἱὸς καὶ μηδένα λογισμὸν ῥυπαρὸν ἔρωτα ἐμπαθῆ βλέπων ἐν ἑαυτῷ πρὸς τὴν κόρην σαλευόμενον, ἀλλ̓ μόνον συμπάθειαν καὶ ἔλεος τῆς τε συμφορᾶς καὶ τῆς ψυχικῆς ἀπολείας, οὐκ ᾔδει δαιμονικὴν εἶναι μηχανὴν 7 τὸ πρᾶγμα: ὄντως γὰρ σκότος ἐστὶν ἐκεῖνος καὶ τὸ φῶς ὑποκρίνεται. ὡς γὰρ ὁμιλεῖν ἤρξατο τῇ κόρῃ τοῦ βασιλέως υἱὸς καὶ τὰ τῆς θεογνωσίας αὐτῇ προσλαλεῖν λόγια, Σύνες, λέγων, γύναι, τὸν ζῶντα εἰς τοὺς αἰῶνας Θεόν, καὶ μὴ τῇ πλάνῃ ταύτῃ τῶν εἰδώλων καταφθαρῇς, ἀλλὰ τὸν Δεσπότην ἐπίγνωθι καὶ δημιουργὸν τοῦδε [p. 460] τοῦ παντός, καὶ μακαρία ἔσῃ νυμφευθεῖσα τῷ ἀθανάτῳ νυμφίῳ: πολλὰ δὲ τοιαῦτα νουθετοῦντος αὐτοῦ, εὐθὺς τὸ πονηρὸν πνεῦμα ὑπαγορεύει τῇ γυναικὶ τὰ τῆς ἀπάτης ὑφαπλῶσαι θήρατρα καὶ [275] πρὸς τὸν τῆς ἐμπαθείας κατασῦραι βόθρον τὴν θεοφιλῆ ψυχὴν ἐκείνην, καθά ποτε καὶ τῷ 8 γενάρχῃ πεποίηκε διὰ τῆς Εὔας, τοῦ παραδείσου καὶ τοῦ Θεοῦ ταλαιπώρως φεῦ ἐξορίσας, καὶ θανάτῳ ὑπόδικον αὐτὸν ἀντὶ τῆς μακαρίας καὶ ἀθανάτου ζωῆς γενέσθαι παρασκευάσας. Ὡς γὰρ ἤκουσεν κόρη τὰ ῥήματα ἐκεῖνα τὰ πάσης πεπληρωμένα σοφίας, ἀσύνετος οὖσα οὐ συνῆκεν: ἀλλὰ τοιαύτας ἐδίδου τὰς ἀποκρίσεις, ὡς ἅτε γλῶσσα καὶ στόμα τῷ πονηρῷ γενομένη, καί φησιν: Εἰ τῆς ἐμῆς, δέσποτα, σωτηρίας φροντίζεις, καὶ προθυμῇ τῷ Θεῷ σου προσαγαγεῖν με καὶ τὴν ταπεινὴν ψυχήν μου σῶσαι, ποίησον καὶ αὐτὸς μίαν μου αἴτησιν, καί, πᾶσιν εὐθὺς τοῖς πατρῴοις μου θεοῖς ἀποταξαμένη, τῷ σῷ συντάξομαι Θεῷ, μέχρι τελευταίας αὐτῷ λατρεύουσα ἀναπνοῆς, καὶ μισθὸν λήψῃ τῆς ἐμῆς σωτηρίας καὶ πρὸς τὸν Θεὸν ἐπιστροφῆς. Τοῦ δέ, Τίς ἀξίωσις, γύναι; εἰπόντος, [276] ἐκείνη καὶ σχῆμα καὶ βλέμμα καὶ φθέγμα καὶ ὅλην ἑαυτὴν πρὸς τὸ θέλγειν καταστήσασα, Συνάφθητί μοι, ἔφη, γάμου κοινωνίᾳ, κἀγώ σου τοῖς προστάγμασι χαίρουσα ἐξακολουθήσω. δέ, Μάτην, φησίν, γύναι, τοιαύτην μοι προέτεινας σκληρὰν ἀξίωσιν: τῆς μὲν γὰρ σῆς ἰσχυρῶς κήδομαι σωτηρίας, καὶ τοῦ βυθοῦ τῆς ἀπωλείας ποθῶ σε ἀνελκῦσαι: μολῦναι δὲ τὸ [p. 462] σῶμά μου δἰ αἰσχρᾶς μίξεως βαρύ μοι καὶ πάντη ἀδύνατον. δέ, ὅλην ὁμαλίζουσα τὴν ὁδὸν αὐτῷ καὶ διαλεαίνουσα, Ἱνατί, φησί, τοιαῦτα φθέγγῃ σύ, πάσης πεπληρωμένος σοφίας; ἱνατί μολυσμὸν τὸ πρᾶγμα καὶ αἰσχρὰν ἐκάλεσας μῖξιν; οὐκ ἀμύητος γάρ εἰμι κἀγὼ τῶν Χριστιανικῶν βιβλίων: ἀλλὰ πολλαῖς μὲν δέλτοις ἐν τῇ πατρίδι μου ἐνέτυχον, πολλῶν δὲ ὁμιλούντων μοι Χριστιανῶν ἀκήκοα. οὐ γέγραπται τοίνυν ἔν τινι 9 τῶν καθ̓ ὑμᾶς βιβλίων, Τίμιος γάμος καὶ 10 κοίτη ἀμίαντος; καί, Κρεῖσσον γαμεῖν πυροῦσθαι; 11 καὶ, Θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω; οὐ πάντας τοὺς πάλαι δικαίους, πατριάρχας τε καὶ προφήτας, πάμῳ συναφθῆναι 12 αἱ Γραφαὶ διδάσκουσιν ὑμῶν; οὐ Πέτρον ἐκεῖνον, [277] ὃν καὶ κορυφαῖον τῶν ἀποστόλων φατὲ γεγονέναι, 13 γαμετὴν γέγραπται ἐσχηκέναι; τίσιν οὖν αὐτὸς πειθόμενος μολυσμὸν τοῦτο καλεῖς; πάνυ μοι δοκεῖς, δέσποτα, τῆς ἀληθείας τῶν δογμάτων ὑμῶν ἀποπλανᾶσθαι. δέ, Ναί, φησίν, γύναι: οὕτως ἔχει ταῦτα πάντα καθὼς εἴρηκας. ἐφεῖται γὰρ τοῖς βουλομένοις γάμῳ κοινωνεῖν: ἀλλ̓ οὐ τοῖς ἅπαξ ἐπαγγελλομένοις τῷ Χριστῷ παρθενεύειν. ἐγὼ γάρ, ἐξότε τῷ λουτρῷ ἐκαθαρίσθην τοῦ θείου βαπτίσματος, τῶν τῆς νεότητος καὶ ἀγνοίας μου πταισμάτων καθαρὸν ἐμαυτὸν παραστῆσαι τῷ Χριστῷ συνεταξάμην: καὶ πῶς τὰ ὡμολογημένα Θεῷ διαλῦσαι τολμήσω; Ἔφη δὲ αὖθις γυνή: Ἔστω καὶ τοῦτό σου τὸ θέλημα, καθὼς βούλοιο. ἄλλην δὲ μικράν τινα [p. 464] καὶ οὐδαμινὴν πλήρωσον ἐπιθυμίαν μου, εἴπερ ὄντως ἐν ἀληθείᾳ τὴν ψυχήν μου θέλεις σῶσαι. συγγενοῦ μοι ταύτῃ τῇ νυκτὶ καὶ μόνον, καὶ τοῦ σοῦ κατατρυφῆσαί με κάλλους ποίησον, τῆς ἐμῆς τε αὐτὸς ἐμπλήσθητι ὡραιότητος. καὶ λόγον σοι δίδωμι, ἅμα πρωῒ Χριστιανὴν γενέσθαι καὶ πᾶσαν ἐκφυγεῖν τὴν τῶν θεῶν μου λατρείαν. καὶ ἔσται σοι οὐ μόνον συγγνώμη ἕνεκεν τῆς οἰκονομίας ταύτης, ἀλλὰ καὶ δωρεῶν ἀντάμειψις παρὰ τῷ Θεῷ σου ἕνεκα τῆς ἐμῆς σωτηρίας: Χαρὰ 14 γάρ, φησὶν Γραφή σου, γίνεται ἐν οὐρανῷ [278] ἐφ̓ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. εἰ οὖν χαρὰ γίνεται ἐν οὐρανῷ δἰ ἐπιστροφὴν ἁμαρτωλοῦ, τῷ προξένῳ τῆς ἐπιστροφῆς οὐ μέγας ἐποφείλεται μισθός; ναί, οὕτως ἔχει, καὶ μὴ ἀμφίβαλλε. οὐ πολλὰ δὲ καὶ οί ἀρχηγοὶ τῆς θρησκείας ὑμῶν ἀπόστολοι κατ̓ οἰκονομίαν ἐποίουν, παραβαίνοντες ἔσθ̓ ὅτε ἐντολήν ἕνεκα μείζονος 15 ἐντολῆς; οὐ τὸν Παῦλον λέγεται περιτεμεῖν τὸν Τιμόθεον, ἕνεκα κρείττονος οἰκονομίας; καίτοι παράνομον Χριστιανοῖς περιτομὴ λεγόγισται: ἀλλ̓ ὅμως ἐκεῖνος οὐ παρῃτήσατο τοῦτο ποιῆσαι. καὶ πολλὰ τοιαῦτα ἐν ταῖς Γραφαῖς σου εὑρήσεις. εἰ οὖν κατὰ ἀλήθειαν, καθὼς λέγεις, σῶσαί μου τὴν ψυχὴν ζητεῖς, τὴν μικράν μου ταύτην ἐπιθυμίαν πλήρωσον. καὶ ἐγὼ μὲν τελείᾳ σοι κοινωνίᾳ γάμου συναφθῆναι ζητοῦσα, ἐπεί σοι οὐ καταθύμιόν ἐστι τοῦτο, οὐκ ἔτι σε καταναγκάζω, τὰ ἀρεστά σοι πάντα ποιοῦσα: λοιπὸν καὶ αὐτὸς μὴ πάντη βδελύξῃ: ἀλλ̓, ὑπακούσας μου τὸ ἅπαξ τοῦτο, σώσεις με, τῆς δεισιδαίμονος [p. 466] πλάνης ῥυσάμενος, τὰ δεδογμένα δέ σοι εἰς τὸ ἑξῆς ποιήσεις διὰ βίου παντός. Οὕτω λέγουσα ῾καὶ γὰρ εἶχε τὸν εἰσηγούμενον, 16 καὶ τὰ ὦτα ὐπεῖχεν αὕτη κρυφίως: καὶ Γραφῶν ἔμπειρος λῃστὴς ἦν, τῆς κακίας ὄντως δημιουργὸς καὶ διδάσκαλος᾿, τοιαῦτα τοιγαροῦν λέγουσα καὶ ὑποσαίνουσα, δίκτυά τε καὶ παγίδας ἐκ δεξιῶν τε καὶ ἐξ εὐωνύμων αὐτῷ περιπλέκουσα, τὸν πύργον αὐτοῦ τῆς ψυχῆς διασαλεύειν ἤρχετο, τὸν τόνον τε ὑποχαλᾶν αὐτοῦ τῆς προθέσεως, καὶ τὴν γνώμην μαλακωτέραν ποιεῖν. [279] δὲ σπορεὺς τῆς κακίας καὶ τῶν δικαίων ἐχθρός, σαλευομένην αὐτοῦ τὴν καρδίαν ἰδὼν χαρᾶς ἔμπλεως γεγονὼς φωνεῖ παρευθὺ τὰ σὺν αὐτῷ παραγενόμενα τῆς πονηρίας πνεύματα, Ὁρᾶτε, κράζων, ὅπως κόρη αὕτη διανῦσαι ἐπείγεται οὐκ ἠδυνήθημεν ἡμεῖς ἀνῦσαι. δεῦτε οὖν, ἰσχυρῶς νῦν ἐπιπέσωμεν αὐτῷ: οὐχ εὑρήσομεν γὰρ ἄλλον καιρὸν οὑτωσὶ ἐπιτήδειον τὸ θέλημα πληρῶσαι τοῦ πέμψαντος ἡμᾶς. ταῦτα συλλαλήσας δολιόφρων τοῖς ἑαυτοῦ κυσίν, ἐπεμβαίνουσι τῷ Χριστοῦ στρατιώτῃ, πάσας αὐτοῦ τῆς ψυχῆς τὰς δυνάμεις ταράξαντες, καὶ δεινὸν ἔρωτα τῆς κόρης ὑποθέμενοι, πῦρ τε σφοδρότατον ἐπιθυμίας ἐκκαύσαντες ἐν αὐτῷ. Ὁρῶν δὲ ἑαυτὸν ἐκεῖνος ἰσχυρῶς φλεγόμενον καὶ πρὸς τὴν ἁμαρτίαν αἰχμαλωτιζόμενον, καὶ τοὺς λογισμοὺς αὐτοῦ τὴν σωτηρίαν τῆς κόρης καὶ πρὸς Θεὸν ἐπιστροφήν, ὡς ἀγκίστρῳ δέλεαρ, τῇ προκειμένῃ πράξει περιτιθεμένους, καὶ ὀχλοῦντας αὐτῷ τῇ τοῦ ἐχθροῦ ὑποβολῇ μὴ ἁμαρτίαν εἶναι τὸ ἐπὶ σωτηρίᾳ ψυχῆς ἅπαξ γυναικὶ [p. 468] συγγενέσθαι, στενάξας ἐν ἀπορίᾳ ψυχῆς βύθιον τι καὶ τετηκός, ἑαυτὸν εὐθὺς πρὸς εὐχὴν συντείνει, καὶ ὀχετοὺς δακρύων ἐξ ὀφθαλμῶν δαψιλῶς προχέων ἐβόα πρὸς τὸν δυνάμενον σώζειν τοὺς 17 ἐπ̓ αὐτῷ πεποιθότας: Ἐπὶ σοί, Κύριε, ἤλπισα: 18 μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, μηδὲ καταγελασάτωσάν με οἱ ἐχθροί μου, τὸν τῆς σῆς ἐχόμενον δεξιᾶς: ἀλλὰ παράστηθί μοι ἐν τῇ 19 ὥρᾳ ταύτῃ, καὶ κατὰ τὸ σὸν θέλημα εὔθυνον τὰς [280] ὁδούς μου, ἵνα δοξασθῇ τὸ ὄνομά σου τὸ ἔνδοξον καὶ φοβερὸν ἐπ̓ ἐμοὶ τῷ οἰκέτῃ σου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας. ἀμήν. Ἐφ̓ ἱκανὰς δὲ ὥρας μετὰ δακρύων εὐξάμενος καὶ πολλὰ γονυκλιτήσας, καθῆκεν ἑαυτὸν ἐπὶ τοῦ ἐδάφους. καὶ ὑπνώσας μικρόν, ὁρᾷ ἑαυτὸν ὑπό τινων φοβερῶν ἁρπαγέντα, καὶ τόπους οὓς οὐδέποτε ἑωράκει διελθόντα, καὶ ἔν τινι γενόμενον μεγίστῃ πεδιάδι ὡραίοις ἄνθεσι καὶ λίαν εὐώδεσι κομώσῃ, ἔνθα φυτὰ μὲν ἑώρα παντοδαπὰ καὶ ποικίλα, καρποῖς ξένοις τισὶ καὶ θαυμασίοις βρίθοντα, ἰδεῖν τε ἡδίστοις καὶ ἅψασθαι ποθεινοῖς. τά τε φύλλα τῶν δένδρων λιγυρὸν ὑπήχει αὔρᾳ τινὶ λεπτοτάτῃ, καὶ ἀκόρεστον καὶ χαριεστάτην ἐκπέμποντα εὐωδίαν κινούμενα, θρόνοι τε ἀνέκειντο ἐκ καθαρωτάτου χρυσίου καὶ λίθων τιμίων κατεσκευασμένοι, λαμπρὰν οἵαν αἴγλην ἀφιέντες, καὶ κλῖναι ἐν ἐξάλλοις τισὶ στρωμναῖς καὶ τῷ κάλλει τὴν διήγησιν νικώσαις κατηγλαϊσμέναι. ὕδατά τε παρέρρει διαυγῆ λίαν καὶ αὐτὰς εὐφραίνοντα τὰς ὁράσεις. τὴν δὲ θαυμαστὴν ταύτην καὶ μεγάλην πεδιάδα οἱ φοβεροὶ ἐκεῖνοι διαγαγόντες αὐτὸν εἰς πόλιν εἰσήγαγον [p. 470] ἀρρήτῳ τινὶ λαμπρότητι ἀποστίλβουσαν, ἐκ χρυσίου μὲν διαυγοῦς τὰ τείχη, λίθων δὲ ὧν οὐδεὶς πώποτε ἑώρακε τὰς ἐπάλξεις ἔχουσαν ἀνεγηγερμένας. τίς ἂν ἐκείνης εἴποι τὸ κάλλος τῆς πόλεως καὶ τὴν φαιδρότητα; φῶς ἄνωθεν [281] πυκνὰ ταῖς ἀκτῖσι διᾷττον πάσας αὐτῆς τὰς πλατείας ἐπλήρου: καὶ ὑπόπτεροί τινες στρατιαί, αὐτὴ ἑκάστη φῶς οὖσαι, ταύτῃ ἐπεδήμουν, μέλος ᾄδουσαι ἀκοῇ βροτείᾳ μηδέποτε ἀκουσθέν. καὶ φωνῆς ἤκουσε λεγούσης: Αὕτη ἀνάπαυσις τῶν δικαίων: αὕτη εὐφροσύνη τῶν εὐαρεστησάντων τῷ Κυρίῳ. ἐκεῖθεν οὖν ἐξαγαγόντες οἱ φρικωδέστατοι ἄνδρες ἐκεῖνοι, εἰς τοὐπίσω ἄγειν ἔλεγον. δέ, τῆς τερπνότητος ἐκείνης καὶ θυμηδίας ὅλος γενόμενος, Μὴ στερήσητέ με, ἔλεγε, μὴ στερήσητε, δυσωπῶ, τῆς ἀρρήτου χαρᾶς ταύτης: ἀλλὰ δότε κἀμοὶ ἐν μιᾷ τῆς μεγίστης ταύτης πόλεως γωνίᾳ διαιτᾶσθαι. οἱ δέ, Ἀδύνατόν ἐστι νῦν, ἔλεγον, εἶναί σε ἐνταῦθα. ἀλλὰ κόπῳ πολλῷ καὶ ἱδρῶτι ἐλεύσῃ ὧδε, εἴπερ ἑαυτὸν βιάσῃ. Ταῦτα εἶπον: καί, τὴν μεγίστην αὖθις πεδιάδα διελθόντες, εἰς τόπους ἀπήνεγκαν σκοτεινοὺς καὶ πάσης ἀηδίας πεπληρωμένους, ἰσόρροπον τῆς ὁραθείσης φαιδρότητος τὸ λυπηρὸν κεκτημένους. 20 σκότος γὰρ ἦν ἀφεγγὲς καὶ ζοφερὸν παντελῶς: θλίψεως δὲ καὶ ταραχῆς τὸ πᾶν 21 ἐπεπλήρωτο. ἔνθα κάμινος ἐξῆπτε πυρὸς ἀναφλεγομένη: 22 καὶ σκωλήκων γένος ἦν κολαστικῶν ἕρπον ἐκεῖσε. δυνάμεις δὲ τιμωρητικαὶ ἐφεστῶσαι τῇ καμίνῳ, καί τινες ἐλεεινῶς τῷ πυρὶ [282] κατακαιόμενοι. καὶ φωνὴ ἠκούετο λέγουσα: Οὗτος τόπος τῶν ἁμαρτωλῶν: αὕτη κόλασις [p. 472] τῶν πράξεσιν αἰσχραῖς ἑαυτοὺς μολυνάντων: ἐπὶ τούτοις ἐξήγαγον αὐτὸν ἐκεῖθεν οἱ καὶ εἰσαγαγόντες. καὶ εἰς ἑαυτὸν εὐθὺς ἐλθὼν ἔντρομος ἦν ὅλος: δάκρυα δὲ ποταμηδὸν κατέδυον οἱ ὀφθαλμοὶ αὐτοῦ. πᾶσα δὲ ὡραιότης τῆς ἀκολάστου κόρης ἐκείνης καὶ τῶν λοιπῶν δυσωδεστέρα βορβόρου καὶ σαπρίας αὐτῷ λελόγιστο. στρέφων δὲ ἐν τῇ ψυχῇ τῶν ὁραθέντων τὴν μνήμην, τῷ πόθῳ τῶν ἀγαθῶν καὶ τῷ φόβῳ τῶν ἀνιαρῶν ἐκείνων ἐπὶ τῆς κλίνης κατέκειτο ἥκιστα ἐγερθῆναι δυνάμενος. Ἀνηγγέλθη δὲ τῷ βασιλεῖ τοῦ υἱοῦ ἀρρωστία. καὶ ὃς ἐλθὼν ἐπηρώτα τί τὸ συμβάν. δὲ τὰ ὁραθέντα αὐτῷ διηγεῖται, καί φησιν: 23 Ἱνατί παγίδα ἡτοίμασας τοῖς ποσί μου, καὶ 24 κατέκαμψας τὴν ψυχήν μου; εἰ μὴ γὰρ Κύριος ἐβοήθησέ μοι, παραβραχὺ παρῴκησεν ἂν τῷ 25 ᾄδῃ ψυχή μου. ἀλλ̓ ὡς ἀγαθὸς Θεὸς τῷ Ἰσραήλ, τοῖς εὐθέσι τῇ καρδίᾳ: ὃς καὶ τὴν ἐμὴν ἐρρύσατο 26 ταπείνωσιν ἐκ μέσου σκύμνων. ἐκοιμήθην γὰρ τεταραγμένος. ἀλλ̓ ἐπεσκέψατό με ἐξ ὕψους Θεός μου καὶ Σωτήρ μου, καὶ ἔδειξέ μοι οἵων ἀγαθῶν ἀπεστέρησαν ἑαυτοὺς οἱ παροργίζοντες αὐτόν, οἵων δὲ κολάσεων ὑπευθύνους εἰργάσαντο. καὶ νῦν, πάτερ, ἐπεί σου τὰ ὦτα ἔβυσας τοῦ μὴ ἀκοῦσαί μου τῆς φωνῆς τῆς τὰ ἀγαθά σοι ἐπᾳδούσης, κἂν ἐμὲ μὴ κώλυε τὴν εὐθεῖαν [283] βαδίσαι ὁδόν. τοῦτο γὰρ ποθῶ, τούτου ἐφίεμαι, τοῦ πάντων ἀπαλλαγῆναι, καὶ τόπους καταλαβεῖν ἔνθα Βαρλαὰμ τοῦ Χριστοῦ θεράπων τὰς οἰκήσεις ἔχει, καὶ σὺν αὐτῷ τὸ λοιπὸν τῆς παρούσης μου διανῦσαι ζωῆς. εἰ δὲ βίᾳ κατασχεῖν [p. 474] με θελήσειας, ὄψει με θᾶττον τῇ λύπῃ καὶ ἀδημονίᾳ νεκρόν: καὶ οὔτε σὺ τὸ λοιπὸν πατὴρ κληθήσῃ, οὔτε υἱόν με ἔτι ἕξεις.

1 Luke xi. 26

2 Mat. xxii. 1-14

3 Luke xvii. 10

4 Ps. xxii. 20

5 Ps. xxxv. 19

6 Zech. iii. 1; Ps. cix.6

7 2 Cor. xi. 14

8 Gen. iii. 6

9 Heb. xiii. 4

10 1 Cor. vii. 9

11 Mat. xix.

12 Mat. viii. 14

13 1 Cor. ix. 5

14 Luke xv. 7

15 Acts xvi. 3

16 Greg. Naz. Orat. xl. 10

17 Ps. xxxi. 1

18 Ps. xxv. 2

19 Ps. v. 8

20 Mat. viii. 12; xxii. 13

21 Is. lxvi. 24;

22 Mk. ix. 43-46, 48

23 Ps. lvii. 7

24 Ps. xciv. 17

25 Ps. lxxiii. 1

26 Cp. Ps. lvii. 4

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: