previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[261] γὰρ ταῖς ἡδοναῖς κατεδουλοῦτο τοῦ σώματος, καὶ ὅλος ἦν πρὸς τὰ πάθη αἰχμαλώτου δίκην 1 ἀγόμενος, καὶ μεθύων, φησιν Ἠσαῖας, ἄνευ οἴνου, καὶ ὥσπερ ὑπὸ κημοῦ τῆς πονηρᾶς συνηθείας ἑλκόμενος. Οὕτως οὖν τοῦ βασιλέως δυσὶ παλαίοντος λογισμοῖς, εὐγενέστατος αὐτοῦ υἱός, καὶ τῷ ὄντι βασιλικωτάτην κεκτημένος ψυχήν, ἠρεμῶν ἦν ἐν τῷ παλατίῳ αὐτοῦ, τὸ τῆς φύσεως αὐτοῦ γενναῖον κόσμιόν τε καὶ βεβηκὸς διὰ τῶν ἔργων πᾶσι παριστῶν. θέατρα γὰρ καὶ ἀγῶνες ἵππων καὶ κυνηγεσίων μελέτη, καὶ πᾶσαι αἱ τῆς νεότητος κεναὶ σχολαὶ καὶ ἀπάται, τὰ τῶν ἀφρόνων ψυχῶν δελεάσματα, παῤ οὐδὲν ἐλογίζοντο αὐτῷ: ἀλλ̓ ὅλος τῶν τοῦ Χριστοῦ ἐξήρτητο ἐντολῶν, [p. 438] καὶ αὐτὸν ἐπόθει τρωθεὶς τὴν ψυχὴν ἔρωτι θείῳ: 2 αὐτὸν ἐπόθει τὸν ὄντως ποθητόν, ὅς ἐστιν ὅλος γλυκασμὸς καὶ ἐπιθυμία, καὶ ἀκόρεστος ἔφεσις. Εἰς μνήμην δὲ ἐρχόμενος τοῦ διδασκάλου Βαρλαάμ, καὶ τὸν ἐκείνου ἐνοπτριζόμενος βίον, ἔρωτι τὴν ψυχὴν ἐθέλγετο, καὶ ὅπως αὐτὸν ἴδοι ἐφρόντιζεν ἐπιμελέστατα, καί, τοὺς λόγους αὐτοῦ 3 ἐν τῇ καρδίᾳ περιφέρων ἀλήστως, οἱονεὶ ξύλον ἦν πεφυτευμένον παρὰ τοῖς ψαλμικοῖς ὕδασιν, ἀρδευόμενον ἀδιαλείπτως καὶ ὡραίους προσάγον καρποὺς τῷ Κυρίῳ. πολλὰς γὰρ ψυχὰς τῶν τοῦ διαβόλου ἐρρύσατο ἀρκύων καὶ τῷ Χριστῷ

1 Is. li. 21

2 Cant. n. 16

3 Ps. i. 3

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: