previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[259] ἐὰν θερμῶς προσέλθῃς, τῶν αὐτῶν τοῖς ἐκ νεότητος ἀγωνισαμένοις ἀξιωθήσῃ γερῶν. Πολλὰ δὲ καὶ ἕτερα περὶ μετανοίας λαλήσας θειότατος νεανίας τῷ παλαιωθέντι ἐν κακοῖς Ναχώρ, καὶ ἵλεων γενέσθαι τὸν Χριστὸν ὑποσχόμενος καὶ ἐγγυησάμενος τὴν ἄφεσιν, καὶ πληροφορήσας αὐτὸν ὡς ἕτοιμός ἐστιν ἀγαθὸς ἀεὶ τοῦ δέχεσθαι τὴν μετάνοιαν, τὴν νενοσηκυῖαν ψυχὴν αὐτοῦ οἷά τισι φαρμάκοις καταμαλάξας, καθαρὰν ἐχαρίσατο τὴν ὑγίειαν. ἔφη γὰρ εὐθὺς Ναχὼρ πρὸς αὐτόν: Σὺ μέν, εὐγενέστατε τὴν ψυχὴν μᾶλλον τὸ σῶμα, καλῶς μεμυημένος τὰ θαυμαστὰ [p. 434] μυστήρια ταῦτα, μένοις ἐν τῇ καλῇ ὁμολογίᾳ μέχρι τέλους, καὶ μηδεὶς ταύτην χρόνος τρόπος τῆς σῆς ἐκτέμοι καρδίας: ἐγὼ δὲ πορεύσομαι ἐξ αὐτῆς τὴν ἐμὴν ζητῶν σωτηρίαν, καὶ διὰ μετανοίας τὸν Θεὸν ἐξιλεωσόμενος ὃν παρώργισα. οὐκ ἔτι γὰρ τὸ τοῦ βασιλέως ὄψομαι πρόσωπον, εἰ σύ μόνον θελήσειας. περιχαρὴς δὲ γενόμενος τοῦ βασιλέως υἱὸς καὶ ἀσμένως τὸν λόγον δεξάμενος, περιλαβὼν αὐτὸν κατεφίλει, καὶ ἐντενῶς πρὸς τὸν Θεὸν εὐξάμενος ἐκπέμπει τοῦ παλατίου. Ἐξελθὼν δὲ Ναχὼρ κατανενυγμένος τὴν ψυχήν ἐπὶ τὴν βαθυτάτην ἅλλεται ὡς ἔλαφος ἔρημον, καὶ μοναχοῦ τινος, ἱερωσύνης περικειμένου ἀξίαν, καταλαμβάνει σπήλαιον, ἔνθα ἐκέκρυπτο ἐκεῖνος διὰ τὸν ἐπικείμενον φόβον. 1 τούτῳ δὲ θερμότατα προσπίπτει, πλύνει τοὺς πόδας δάκρυσι, τήν ποτε μιμούμενος πόρνην, καὶ τὸ θεῖον ἐξαιτεῖται βάπτισμα. τοίνυν

1 Luke vii. 37, 38

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: