previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[257] σήμερον τῆς ἀληθείας γέγονας, καὶ οὐκ ἐμίανας τὰ χείλη σοι λόγοις μιαροῖς καὶ ὑποκρίσει δολίᾳ, ἀλλὰ τῶν πολλῶν μᾶλλον ἐξεκάθαρας μολυσμάτων, τὴν πλάνην τῶν ψευδωνύμων διελέγξας θεῶν καὶ τὴν ἀλήθειαν τῶν Χριστιανικῶν δογμάτων κρατύνας. ἐγὼ δὲ ἐσπούδασα ἀγαγεῖν σε μετ̓ ἐμοῦ δυοῖν ἕνεκα: ἵνα μή κατὰ μόνας βασιλεὺς λαβών σε τιμωρήσηται ἐφ̓ οὐ τὰ καταθύμια αὐτῷ ἐφθέγξω, καὶ ἵνα τὴν χάριν ταύτην, ἣν σήμερον εἰργάσω, ἀνταμείψωμαι. τίς δὲ ἀντάμειψις; τὸ ὑποδεῖξαί σοι ἐκκλῖναι τῆς πονηρᾶς [p. 430] ὁδοῦ καὶ ὀλισθηρᾶς ἣν ὥδευσας ἕως νῦν, πορευθῆναι δὲ τὴν εὐθεῖαν καὶ σωτήριον τρίβον, ἣν οὐκ ἀγνοῶν, ἀλλ̓ ἐθελοντὶ κακουργῶν, ἐξέφυγες, βαράθροις καὶ κρημνοῖς ἀνομίας σεαυτὸν κατακρημνίσας. σύνες οὖν, Ναχώρ, συνετὸς ὤν, καὶ προθυμήθητι τὸν Χριστὸν μόνον καὶ τὴν παῤ αὐτῷ κρυπτομένην ζωὴν κερδᾶναι, τῶν ῥεόντων τούτων καὶ φθειρομένων ὑπεριδών. οὐ γὰρ τὸν πάντα ζήσῃ αἰῶνα: ἀλλά, θνητὸς ὤν, ἀπελεύσῃ ὅσον οὔπω, καθὼς καὶ οἱ πρὸ σοῦ πάντες. Καὶ οὐαί σοι, εἰ τὸν βαρὺν φόρτον τῆς ἁμαρτίας ἐπιφερόμενος ἀπελεύσῃ ἐκεῖ ὅπου κρίσις δικαία καὶ ἀνταπόδοσις τῶν ἔργων ἐστί, καὶ μὴ ἀπορρίψῃς τοῦτον, ῥᾳδίας οὔσης τῆς ἀποθέσεως. Ναχὼρ τοίνυν, κατανυγεὶς τὴν ψυχὴν ἐπὶ τοῖς λόγοις τούτοις, ἔφη: Καλῶς εἶπας, βασιλεῦ, καλῶς. οἶδα γὰρ κἀγὼ τὸν ἀληθινὸν καὶ ἀψευδῆ Θεόν, δἰ οὗ τὰ πάντα γέγονε, καὶ τὴν μέλλουσαν κρίσιν ἐπίσταμαι, ἀπὸ πολλῶν Γραφικῶν ῥημάτων ταύτην ἀκηκοώς: ἀλλ̓ πονηρὰ συνήθεια καὶ τοῦ παλαιοῦ ἐπήρεια πτερνιστοῦ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: