previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[244] [p. 406] Ἔλθωμεν οὖν ἐπὶ τοὺς Ἕλληνας, ἵνα ἴδωμεν εἴ τι φρονοῦσι περὶ Θεοῦ. οἱ οὖν Ἕλληνες 1 σοφοὶ λέγοντες εἶναι ἐμωράνθησαν χεῖρον τῶν Χαλδαίων, παρεισάγοντες πολλοὺς θεοὺς γεγενῆσθαι, τοὺς μὲν ἄρρενας, τοὺς δὲ θηλείας, παντοίων παθῶν καὶ παντοδαπῶν δημιουργοὺς ἀνομημάτων. ὅθεν γελοῖα καὶ μωρὰ καὶ ἀσεβῆ παρεισήγαγον οἱ Ἕλληνες, βασιλεῦ, ῥήματα, τοὺς μὴ ὄντας προσαγορεύοντες θεούς, κατὰ τὰς ἐπιθυμίας αὐτῶν τὰς πονηράς, ἵνα, τούτους συνηγόρους ἔχοντες τῆς κακίας, μοιχεύωσιν, ἁρπάζωσι, φονεύωσι, καὶ τὰ πάνδεινα ποιῶσιν. εἰ γὰρ οἱ θεοὶ αὐτῶν τοιαῦτα ἐποίησαν, πῶς καὶ αὐτοὶ οὐ τοιαῦτα πράξουσιν; ἐκ τούτων οὖν τῶν ἐπιτηδευμάτων τῆς πλάνης συνέβη τοὺς ἀνθρώπους πολέμους ἔχειν συχνούς, καὶ σφαγὰς καὶ αἰχμαλωσίας πικράς. ἀλλὰ καὶ καθ̓ ἕκαστον τῶν θεῶν αὐτῶν εἰ θελήσομεν ἐλθεῖν τῷ λόγῳ, πολλὴν ὄψει τὴν ἀτοπίαν. πρῶτος παρεισάγεται αὐτοῖς πρὸ πάντων θεὸς λεγόμενος Κρόνος, καὶ τούτῳ θύουσι τὰ ἴδια τέκνα, ὃς ἔσχε παῖδας πολλοὺς ἐκ τῆς Ῥέας, καὶ μανεὶς ἤσθιε τὰ ἴδια τέκνα. φασὶ δὲ τὸν Δία κόψαι αὐτοῦ τὰ ἀναγκαῖα καὶ βαλεῖν εἰς τὴν θάλασσαν, ὅθεν Ἀφροδίτην μυθεύεται γεννᾶσθαι.

1 Cp. Rom. (??). 22

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: