previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[221] ἐπίβλεψον, βασιλεῦ: διαπέφλεκται γὰρ ἰσχυρῶς ψυχή μου τῷ σῷ πόθῳ, καὶ ἐκκέκαυται 1 ὡς ἐν δίψῃ καύματος ἐν ἀνύδρῳ, σὲ ἐπιποθοῦσα 2 τὴν πηγὴν τῆς ἀθανασίας. μὴ παραδῴης 3 τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι: τῆς ψυχῆς τοῦ πτωχοῦ σου μὴ ἐπιλάθῃ εἰς τέλος: ἀλλὰ παράσχου μοι τῷ ἁμαρτωλῷ παῤ ὅλην μου τὴν ζωὴν ὑπὲρ τοῦ σοῦ ὀνόματος καὶ τῆς σῆς [p. 368] ὁμολογίας πάντα παθεῖν, καὶ ὅλον ἐμαυτόν σοι καταθῦσαι: σοῦ γὰρ ἐνδυναμοῦντος καὶ οἱ ἀσθενεῖς ὑπερισχύσουσιν, ὅτι μόνος εἶ σύμμαχος ἀήττητος καὶ Θεὸς ἐλεήμων, ὃν εὐλογεῖ πᾶσα κτίσις τὸν δεδοξασμένον εἰς τοὺς αἰῶνας. ἀμήν. Οὕτως εὐξάμενος θείας ᾔσθετο παρακλήσεως τῇ αὐτοῦ ἐπιφοιτησάσης καρδίᾳ, καὶ θάρσους ἐμπλησθεὶς εὐχόμενος ὅλην διετέλεσε τὴν νύκτα. δὲ βασιλεὺς Ἀραχῇ τῷ φίλῳ κοινολογησάμενος τὰ περὶ τοῦ παιδός, καὶ τὴν ἀπότομον αὐτοῦ παρρησίαν ἀμετάθετόν τε δηλώσας γνώμην, βουλὴν τίθεται φίλιον Ἀραχὴς ὅτι μάλιστα καὶ θεραπευτικὴν πρὸς αὐτὸν ποιήσασθαι τὴν ὁμιλίαν, ταῖς κολακείαις ἐλπίζων ἴσως ἐφελκύσασθαι. ἔρχεται τοιγαροῦν τῇ ἐπαύριον πρὸς τὸν υἱόν: καὶ καθίσας ἐγγύτερον τοῦτον προσεκαλέσατο. εἶτα περιπλακεὶς κατεφίλει, πράως ὑπερχόμενος καὶ ἠπίως, τέκνον ποθεινότατον, εἰρηκώς, καὶ φιλούμενον, τίμησον τὴν τοῦ σοῦ πατρὸς πολιάν, καί, τῆς ἐμῆς ἀκούσας δεήσεως, προσελθὼν θυσίαν τοῖς θεοῖς προσάγαγε. οὕτω

1 Cp. Is. xliv. 8

2 Ps. xlii. 1

3 Ps. lxxin. 19

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: