previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[219] οἶδα, ἀγαθὸς ἐπιστρέψαντα καὶ πάντων σου [p. 364] ἀμνημονεύσει τῶν πλημμελημάτων: οὐ βούλεται 1 γὰρ τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν, ἐκ τῶν ἀνεκδιηγήτων κατελθὼν ὑψωμάτων ἐπὶ ζήτησιν τῶν πλανηθέντων ἡμῶν, σταυρόν τε καὶ μάστιγας καὶ θάνατον ὑπομείνας δἰ ἡμᾶς, καὶ τῷ τιμίῳ αὐτοῦ αἵματι ἐξαγοράσας 2 ἡμᾶς τοὺς πεπραμένους ὑπὸ τὴν ἁμαρτίαν. αὐτῷ δόξα καὶ αἴνεσις εἰς τοὺς αἰῶνας. ἀμήν. Τοῦ δὲ βασιλεως ἐκπλήξει τε ἅμα καὶ ὀργῇ ληφθέντος, τὸ μὲν ἐπὶ τῇ τοῦ παιδὸς συνέσει καὶ τοῖς ἀναντιρρήτοις αὐτοῦ ῥήμασι, τὸ δὲ ἐφ̓ ἐκείνου οὐ διέλιπεν ἐνδιαβάλλων θεοὺς καὶ ὅλον αὐτοῦ μυκτηρίζων καὶ χλευάζων τὸν βίον, τὸ μὲν τοῦ λόγου φαιδρὸν διὰ τὴν ἔνδον οὐκ ἐδέξατο τοῦ σκότους παχύτητα, τιμωρήσασθαι δὲ αὐτὸν κακῶς τι διαθέσθαι τῇ φυσικῇ μὴ δυνάμενος στοργῇ, τὸ δὲ μεταπείσειν αὐτὸν ἀπειλαῖς πάντη ἀπογνούς, φοβηθεὶς μή, πλείονας κινήσας πρὸς αὐτὸν λόγους, ἐκείνου παρρησιαζομένου καὶ τὰ τῶν θεῶν διακωμῳδοῦντος καὶ χλευάζοντος, εἰς πλείονα θυμὸν ἐξαφθείς, τῶν ἐναντίων εἰς αὐτόν τι διαπράξοιτο, μετ̓ ὀργῆς ἀναστάς, ὑπεχώρησεν, Εἴθε μηδόλως ἐγεννήθης, εἰπών, μήτ̓ εἰς φῶς προῆλθες, τοιοῦτος μέλλων ἔσεσθαι, βλάσφημος εἰς τοὺς θεοὺς καὶ τῆς πατρικῆς ἀποστάτης φιλίας τε καὶ νουθεσίας. ἀλλ̓ οὐκ εἰς τέλος τῶν ἀηττήτων καταμωκήσῃ θεῶν, οὐδ̓ ἐπὶ πολὺ χαρήσονται οἱ ὑπεναντίοι, οὐδ̓ αἱ τούτων ἰσχύσουσι γοητεῖαι. εἰ μὴ γὰρ εὐήκοος γενήσῃ μοι καὶ τοῖς

1 Cp. Ez. xxxiii. 11

2 Cp. Rom. vii. 14

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: