previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[218] 1 ἀφανίζεται, καὶ αὔραις μᾶλλον ἔστι πιστεύειν 2 οὐχ ἱσταμέναις καὶ νηὸς ποντοπορούσης ἴχνεσιν ἀνθρώπων εὐημερίᾳ, πόσης εὐηθείας , μᾶλλον εἰπεῖν, ἀνοίας τε καὶ παραφροσύνης τὰ φθαρτὰ καὶ ἐπίκηρα, ἀσθενῆ τε καὶ οὐδαμινά, τῶν ἀφθάρτων προκρῖναι καὶ αἰωνίων, ἀκηράτων τε καὶ ἀτελευτήτων, καὶ τῇ προσκαίρῳ τούτων ἀπολαύσει τῆς ἀδιαδόχου στερηθῆναι τῶν ἀγαθῶν ἐκείνων ἀπολαύσεως; οὐ συνήσεις ταῦτα, πάτερ; οὐ παραδραμεῖς τὰ παρατρέχοντα, καὶ προσθήσῃ τοῖς ἐπιμένουσιν; οὐ προτιμήσεις τὴν κατοικίαν τῆς παροικίας, τὸ φῶς τοῦ σκότους, τὸ πνεῦμα τῆς σαρκός, τὴν αἰώνιον ζωὴν τῆς σκιᾶς τοῦ θανάτου, τὰ μὴ λυόμενα τῶν ῥεόντων; οὐκ ἐκφεύξῃ τῆς χαλεπῆς δουλείας τοῦ δεινοῦ κοσμοκράτορος, τοῦ πονηροῦ, φημί, διαβόλου, καὶ τῷ ἀγαθῷ καὶ εὐσπλάγχνῳ καὶ πανοικτίρμονι οἰκειωθήσῃ Δεσπότῃ; οὐ, τῆς τῶν πολλῶν ἀποστὰς καὶ ψευδωνύμων 3 θεῶν λατρείας, τῷ ἑνὶ λατρεύσεις ἀληθινῷ καὶ ζῶντι Θεῷ; εἰ γὰρ καὶ ἥμαρτες αὐτῷ, πολλὰ βλασφημήσας καὶ τοὺς αὐτοῦ θεράποντας δειναῖς ἀνελὼν τιμωρίαις, ἀλλὰ δέξεταί σε, εὖ

1 Ps. cxlin. 4

2 Wisd. v. 10

3 1 Thess. i. 9

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: