previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[213] σεαυτῷ, δραπέτης οἴμοι τῆς εὐσεβείας γενόμενος καὶ κακίας ὑπηρέτης πάσης καὶ ἀσεβείας. ἐπεὶ δὲ αὐτός, πάτερ, εἰς ἐμφανὲς τὰ κατ̓ ἐμὲ ἤγαγες, τὸ πᾶν τῆς ἐμῆς ἄκουε γνώμης: οὐ ψεύσομαι τὰς πρὸς Χριστόν μου συνθήκας, οὐ, μὰ τὸν ἐξαγοράσαντά με τῆς δουλείας τῷ 1 τιμίῳ αὐτοῦ αἵματι, κἂν μυριάκις με δεῖ ἀποθανεῖν ὑπὲρ αὐτοῦ, θανοῦμαι. τὰ περὶ ἐμοῦ 2 τοίνυν οὕτως εἰδώς, μηκέτι κόπους σεαυτῷ πάρεχε, μεταπείθειν με ἐπιχειρῶν τῆς καλῆς ὁμολογίας. ὡς γάρ σοι τοῦ οὐρανοῦ ἐπιλαβέσθαι δόξαντι τῇ χειρί, τὰ θαλάττια ξηρᾶναι πελάγη, ἄπρακτον ἂν τὸ ἐγχείρημα ἦν καὶ ἀνήνυτον, οὕτω δὴ καὶ τοῦτο γίνωσκε εἶναι. τοίνυν αὐτός, τῆς ἐμῆς ἀκούσας βουλῆς, τῷ Χριστῷ οἰκειώθητι, καὶ τῶν ὑπὲρ ἔννοιαν λήψῃ ἀγαθῶν, κοινωνοί τε ἀλλήλοις ἐσόμεθα, ὥσπερ τῆς φύσεως, οὕτω δὴ καὶ τῆς πίστεως: τῆς σῆς ἀποστήσομαι, εὖ ἴσθι, υἱότητος, καὶ τῷ Θεῷ μου λατρεύσω

1 1 Pet. i. 19

2 Mk. xin. 6

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: