previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[207] περιῆρας τῶν ὀφθαλμῶν μου καὶ τὴν τῶν ἐμῶν 1 νεύρων ἐξέκοψας ἰσχύν: φόβος γὰρ ὃν ἐφοβούμην περὶ σοῦ ἦλθέ μοι, καὶ ὃν ἐδεδοίκειν συνήντησέ 2 μοι. καὶ γέγονας τῶν ἐχθρῶν μου ἐπίχαρμα καὶ τῶν ὑπεναντίων μου κατάγελως. ἀπαιδεύτῳ φρενὶ καὶ νηπιώδει γνώμῃ τοῖς τῶν ἀπατεώνων ῥήμασιν ἐξακολουθήσας, καὶ τὴν βουλὴν τῶν κακοφρόνων τῆς ἐμῆς προκρίνας βουλῆς, καὶ τῶν ἡμετέρων θεῶν τὸ σέβας καταλιπών, ἀλλοτρίῳ ἐλάτρευσας Θεῷ. ἵνα τί, τέκνον, ταῦτα πεποίηκας; καὶ ὃν ἤλπιζον ἐν πάσῃ ἐκτρέφειν ἀσφαλείᾳ καὶ τοῦ γήρως ἔχειν βακτηρίαν καὶ ἰσχύν, διάδοχόν τε ἄριστον καταλιμπάνειν τῆς βασιλείας, τὰ τῶν ἐχθρῶν οὐκ ᾐδέσθης καὶ πολεμίων ἐνδείξασθαι εἰς ἐμέ; οὐκ ἔδει σε ἐμοὶ μᾶλλον πείθεσθαι καὶ τοῖς ἐμοῖς ἕπεσθαι δόγμασιν, τοῦ δολίου καὶ σαπροῦ γέροντος εἴκειν ταῖς φληνάφοις μωρολογίαις, τοῦ πικράν σοι ἀντὶ τῆς γλυκείας ὑποθεμένου ζωήν, καὶ ἀντὶ τῆς ποθεινοτάτης τρυφῆς τὴν σκληρὰν καὶ τραχεῖαν ὁδεύειν ὁδόν, ἣν τῆς Μαρίας Υἱὸς ἰέναι προτρέπεται,

1 Cp. Job., iii. 25

2 Cp. Ecclus., xviii. 31

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: