previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[197] δαιμονικὴ τῆς προαιρέσεως τὴν ἔνστασιν μεταστρέψῃ, καὶ ἕτερα φρονεῖν ποιεῖν παρὰ τὰ τῷ Θεῷ ὡμολογημένα μεταπείσειεν. ὅθεν τυχεῖν ὧν ἐλπίζετε ὅλως ἀπειπόντες, μὴ ὀκνήσητε ποιεῖν ὅπερ βούλεσθε. οὔτε γὰρ τὸ τοῦ θεοφιλοῦς ἡμῶν [p. 332] ἀδελφοῦ οἰκητήριον, καίτοι γε εἰδότες, ὑποδείξομεν, οὔτε ἄλλα τινὰ ὑμῖν λανθάνοντα μοναστήρια προδώσομεν, ταύτῃ τὸν θάνατον ἐκφυγεῖν κακῶς ἀνεχόμενοι: ἀλλὰ καλῶς μᾶλλον θανούμεθα, ἱδρῶτας ἀρετῆς πρότερον, καὶ νῦν ἀνδραγαθίας αἷμα, τῷ Θεῷ προσενέγκαντες. Οὕτω παρρησιασαμένους οὐκ ἐνεγκὼν ἀλιτήριος, ἀλλὰ πρὸς τὸ γενναῖον τοῦ φρονήματος ὀξύτατα κινηθείς, πολλαῖς αὐτοὺς περιέβαλε πληγαῖς καὶ βασάνοις: ὧν τὸ μεγαλόψυχον καὶ γενναῖον καὶ τῷ τυράννῳ ἄξιον θαύματος ἐνομίσθη. ὡς δὲ μετὰ πολλὰς τιμωρίας πείθειν οὐκ εἶχεν, οὔτε ὑποδεῖξαί τις αὐτῷ τὸν Βαρλαὰμ ἠνείχετο, λαβὼν τούτους, ἐπὶ τὸν βασιλέα κελεύει τυπτομένους καὶ προπηλακιζομένους ἄγεσθαι, βαστάζοντας καὶ τὴν πήραν τῶν λειψάνων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: