previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[194] μαθὼν ὑποχωρῆσαι, χειρώσασθαι ἔσπευδε. λόχοις οὖν καὶ λοχαγοῖς τῶν διεξόδων τὰς πλείους διειληφώς, μίαν δὲ τῶν ὁδῶν, ἣν πασῶν μᾶλλον ὑφωρᾶτο, αὐτός, ἵπποις ἐπιβάς, ἀνὰ κράτος ἐδίωκε, προκαταλαβεῖν αὐτὸν ἐκ παντὸς τρόπου διανοούμενος. ἐν ὅλαις δὲ ἓξ ἡμέραις κοπιάσας, μάτην τεταλαιπωρήκει. εἶτα, αὐτὸς μὲν ἔν τινι τῶν βασιλικῶν παλατίων ἐν τοῖς ἀγροῖς διακειμένῳ προσμείνας, τὸν Ἀραχὴν μετὰ ἱππέων οὐκ ὀλίγων ἕως αὐτῆς τῆς Σενααρίτιδος ἐρήμου ἐπὶ ζήτησιν ἀπέστειλε τοῦ Βαρλαάμ. καταλαβὼν δὲ ἐκεῖνος τὸν τόπον, πάντας τοὺς περιοίκους διετάραξε: καὶ τῶνδε μὴ ἑωρακέναι ποτὲ τὸν ἄνδρα [p. 328] βεβαιωσαμένων, ἐπὶ τὰς ἐρήμους ἄρχων τοὺς εὐσεβεῖς θηρεύσων ἐξῄει. πολύ τε τῆς ἐρήμου διοδεύσας διάστημα, ὄρη τε περικυκλώσας καὶ ἀτριβεῖς φάραγγας πεζεύσας καὶ δυσβάτους, μετὰ τῶν σὺν αὐτῷ ὄχλων ἀκρώρειάν τινα καταλαβών, καὶ στὰς ἐπ̓ αὐτῆς, ὁρᾷ κατὰ τὴν ὑπώρειαν φάλαγγα

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: