previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[186] πάσης παρούσης τῆς ἐπουρανίου στρατιᾶς καὶ συμμαρτυρούσης, ἅμα δὲ καὶ ἀπογραφομένης τὰ ὁμολογηθέντα, ἅτινα φυλάττων μακάριος ἔσῃ. μηδὲν οὖν τῶν παρόντων Θεοῦ καὶ τῶν αὐτοῦ προκρίνῃς ἀγαθῶν. τί γὰρ ἂν οὕτω φοβερὸν εἴη τῶν παρόντων, ὡς γέεννα πυρὸς αἰωνίου, μήτε τοῦ καίοντος ὅλως φῶς ἔχοντος, μήτε τοῦ κολάζοντός ποτε λήγοντος; τί δὲ πάλιν τῶν τοῦ κόσμου καλῶν τηλικοῦτον εὐφράνοι, ὡς Θεὸς αὐτὸς ἐκεῖνος τοῖς ἀγαπήσασι χαριζόμενος; οὗπερ τὸ κάλλος μὲν ἄφατον, δυναστεία δὲ ἄμαχος καὶ δόξα ἀΐδιος: οὗπερ τὰ ἀγαθά, τὰ τοῖς αὐτοῦ φίλοις ἀποκείμενα, πάντων τῶν ὁρωμένων ἀσυγκρίτως ὑπερέχει, 1 ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη: ὧν κληρονόμος [p. 314] ἀναδειχθείης, τῇ τοῦ Θεοῦ φρουρούμενος κραταιοτάτῃ χειρί. δὲ τοῦ βασιλέως υἱός, δάκρυσι συγκεχυμένος,

1 1 Cor. 11. 9

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: