previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[180] αἴτησαι τὸν πατέρα σου ἀγαγεῖν ἐνταῦθα. δὲ τοῦ βασιλέως υἱὸς ἔφη πρὸς αὐτόν: Τοῦτο πρὸ πάντων, Ζαρδάν, ποίησον. καθέσθητι σὺ ἔνδοθεν τοῦ παραπετάσματος, καὶ ἄκουσον τῆς αὐτοῦ πρός με ὁμιλίας: καὶ εἶθ̓ οὕτως λαλήσω σοι τί δεῖ ποιῆσαι. Μέλλοντος δὲ τοῦ Βαρλαὰμ εἰσελθεῖν πρὸς αὐτόν, εἰσήγαγε τὸν Ζαρδὰν ἐντὸς τοῦ παραπετάσματος, καὶ λέγει τῷ γέροντι: Ἀνακεφαλαίωσαί μοι τὰ τῆς ἐνθέου σου διδασκαλίας, ὡς ἂν κραταιότερον ἐμφυτευθῇ μου τῇ καρδίᾳ. ὑπολαβὼν δὲ Βαρλαὰμ πολλὰ περὶ Θεοῦ καὶ τῆς εἰς αὐτὸν εὐσεβείας ἐφθέγγετο, καὶ ὡς αὐτὸν μόνον δεῖ ἀγαπᾶν ἐξ ὅλης καρδίας, καὶ ἐξ ὅλης ψυχῆς, καὶ ἐξ ὅλης τῆς διανοίας, καὶ τὰς αὐτοῦ φυλάττειν ἐντολὰς φόβῳ τε καὶ πόθῳ. καὶ ὅτι αὐτός ἐστιν ποιητὴς ὁρατῶν τε πάντων καὶ ἀοράτων. ἐφ̓ οἷς καὶ τὴν τοῦ πρώτου ἀνθρώπου [p. 304] διάπλασιν ὑπεμίμνησκε, τήν τε δοθεῖσαν αὐτῷ ἐντολὴν καὶ τὴν ταύτης παράβασιν, καὶ τὴν ἐπὶ τῇ παραβάσει τοῦ πλάσαντος καταδίκην. εἶτα καθεξῆς τὰ ἀγαθὰ ἀπηριθμεῖτο, ὧν ἀθετήσαντες τὴν ἐντολὴν ἑαυτοὺς ἀπεκλείσαμεν: καὶ αὖθις ἐμέμνητο

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: