previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[179] ἰδίαν ἀπῄει ξενίαν. οἱ δὲ ὑπηρέται τοῦ νέου καὶ παιδαγωγοὶ τὴν συχνὴν αὐτοῦ εἰσέλευσιν ἐν τῷ παλατίῳ ὁρῶντες ἐθαύμαζον. εἷς δὲ τῶν προεχόντων ἐν αὐτοῖς, ὃν ὡς πιστότατον καὶ εὐγνώμονα [p. 302] κατέστησεν βασιλεὺς ἐπὶ τοῦ παλατιου τοῦ υἱοῦ αὐτοῦ, Ζαρδὰν καλούμενος, φησὶ πρὸς τὸν τοῦ βασιλέως υἱόν: Οἶδας πάντως, δέσποτα, ὅσος ἐπ̓ ἐμοὶ τοῦ σοῦ πατρὸς φόβος καὶ ὅση μου πρὸς αὐτὸν πίστις: διό με ὡς οἰκέτην πιστότατον καθυπηρετεῖν σοι παρεκελεύσατο. νυνὶ δὲ τὸν ἄνδρα τοῦτον τὸν ξένον συχνῶς ὁρῶν ὁμιλοῦντά σοι, δέδοικα μή ποτε τῆς τῶν Χριστιανῶν εἴη θρησκείας, πρὸς ἣν λίαν ἀπεχθῶς σὸς πατὴρ διάκειται: καὶ τῆς θανατηφόρου εὑρεθήσομαι ὑπεύθυνος ψήφου. εἴτε οὖν τῷ βασιλεῖ τὰ περὶ αὐτοῦ γνώρισον, εἴτε τοῦ λοιποῦ παῦσαι τούτῳ προσομιλεῖν: εἰ δὲ μή, ἔκβαλόν με τοῦ σοῦ προσώπου, ὡς ἂν μὴ μεμπτέος , καὶ ἄλλον

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: