previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[17] καὶ μέριμναι, ἀλλὰ πάντες τὸν ἴσον τρέχουσι 1 δρόμον, ἵνα καταλάβωσι τὰς αἰωνίας μονάς, ἃς 2 ἡτοίμασεν Πατὴρ τῶν φώτων τοῖς ἀγαπῶσιν 3 αὐτόν. τούτους ἐγὼ γεννήτορας, τούτους ἀδελφούς, τούτους φίλους καὶ γνωστοὺς ἐκτησάμην: 4 τῶν δέ ποτέ μου φίλων καὶ ἀδελφῶν Ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ προσδεχόμενος τὸν Θεόν, τὸν σώζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ ἀπὸ καταιγίδος. Τούτων εὐκαίρως οὕτω καὶ ἡδέως τῷ τοῦ Θεοῦ ἀνθρώπῳ ὑπαγορευθέντων, βασιλεὺς ἐκινεῖτο μὲν ὑπὸ τοῦ θυμοῦ, καὶ πικρῶς αἰκίζειν τὸν ἅγιον ἠβούλετο, ὤκνει δὲ πάλιν καὶ ἀνεβάλλετο, τὸ αἰδέσιμον αὐτοῦ καὶ περιφανὲς εὐλαβούμενος. ὑπολαβὼν δὲ ἔφη πρὸς αὐτόν. Πανταχόθεν, ἄθλιε, τὴν σεαυτοῦ ἐκμελετήσας ἀπώλειαν, πρὸς ταύτην, ὡς ἔοικεν, ὑπὸ τῆς τύχης συνελαυνόμενος, ἠκόνησας τὸν νοῦν ἅμα καὶ τὴν γλῶτταν: ὅθεν ἀσαφῆ τινα καὶ ματαίαν βαττολογίαν διεξῆλθες. καὶ εἰ μὴ κατ̓ ἀρχὰς τοῦ λόγου ἐπηγγειλάμην σοι ἐκ μέσου τοῦ συνεδρίου τὸν θυμὸν ποιήσασθαι, νῦν ἂν πυρί σου τὰς σάρκας παρέδωκα. ἐπεὶ δὲ προλαβὼν τοιούτοις με κατησφαλίσω τοῖς ῥήμασιν, ἀνέχομαί σου τοῦ θράσους, τῆς προτέρας μου ἕνεκεν πρός σε φιλίας. ἀναστὰς οὖν, λοιπὸν φεῦγε ἐξ ὀφθαλμῶν μου, μηκέτι σε ὄψομαι καὶ κακῶς ἀπολέσω. Καὶ ἐξελθὼν τοῦ Θεοῦ ἄνθρωπος ἀνεχώρησεν εἰς τὴν ἔρημον, λυπούμενος μὲν ὅτι οὐ μεμαρτύρηκε, 5 μαρτυρῶν δὲ καθ̓ ἡμέραν τῇ συνειδήσει

1 Luke xvi. 9

2 Jas. i. 17

3 1 Cor. ii. 3

4 Ps. lv. 8

5 2 Cor. i. 11

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: