previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[16] καὶ ψυχικῷ κινδύνῳ παρέδωκας. ἴσθι τοίνυν ὡς ἔγωγε οὐ πεισθήσομαί σοι, οὔτε μὴν κοινωνήσω σοι τῆς τοιαύτης εἰς τὸν Θεὸν ἀχαριστίας, οὐδὲ τὸν ἐμὸν εὐεργέτην καὶ Σωτῆρα ἀρνήσομαι, εἰ καὶ θηρίοις ἀναλώσεις, εἰ ξίφει καὶ πυρὶ παραδώσεις με, τῆς σῆς ἐξουσίας ἐστίν. οὔτε γὰρ θάνατον δέδοικα, οὔτε ποθῶ τὰ παρόντα, πολλὴν αὐτῶν καταγνοὺς τὴν ἀσθένειαν καὶ ματαιότητα. τί γὰρ αὐτῶν χρήσιμον, μόνιμον, διαρκές; καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ εἶναι πολλὴ συνυπάρχει αὐτοῖς ταλαιπωρία, πολλὴ λύπη, πολλὴ καὶ ἀδιάσπαστος μέριμνα. τῇ γὰρ εὐφροσύνῃ αὐτῶν καὶ ἀπολαύσει πᾶσα συνέζευκται κατήφεια καὶ ὀδύνη: πλοῦτος αὐτῶν πτωχεία ἐστί, καὶ τὸ ὕψος αὐτῶν ταπείνωσις ἐσχάτη. καὶ τίς ἐξαριθμήσει τὰ τούτων κακά; ἅπερ δἰ ὀλίγων ῥημάτων ὑπέδειξέ μοι ἐμὸς θεολόγος. φησὶ 1 γάρ: κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται: καί, Μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ ἐπιθυμία τῆς σαρκὸς καὶ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἀλαζονία τοῦ βίου: καί, κόσμος παράγεται καὶ ἐπιθυμία αὐτοῦ: δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα. τοῦτο ἐγὼ ζητῶν τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθόν, ἀφῆκα πάντα, καὶ ἐκολλήθην τοῖς τὸν [p. 28] αὐτὸν κεκτημένοις πόθον καὶ τὸν αὐτὸν ἐκζητοῦσι 2 Θεόν: ἐν οἷς οὐκ ἔστιν ἔρις φθόνος, λύπαι τε

1 1 John v. 19; ii, 15-17

2 Ps. liii. 2 Phil. i. 15

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: