previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[11] ἀπέστω οὖν ταῦτα σήμερον ἀπὸ σοῦ, προκαθεζέσθωσαν δὲ εἰς ἀκρόασιν τῶν λεγομένων καὶ κρίσιν φρόνησις καὶ δικαιοσύνη. εἰ γὰρ τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν ἐκ μέσου ποιήσεις, ἀντεισάξεις δὲ τὴν φρόνησιν καὶ τὴν δικαιοσύνην, φιλαλήθως πάντα λέξω σοι. πρὸς ταῦτα βασιλεὺς ἔφη: Ἰδού, εἴξας σου τῇ ἀξιώσει, ἐκβαλῶ τοῦ συνεδρίου τήν τε ἐπιθυμίαν καὶ τὸν θυμόν, μεσάζειν δὲ τὴν φρόνησιν καὶ τὴν δικαιοσύνην ποιήσω. λέγε μοι λοιπὸν ἀδεῶς πόθεν σοι τοσαύτη ἐγένετο πλάνη, καὶ τὸ προτιμᾶν τὰ ἐν κεναῖς ἐλπίσι τῶν ἐν χερσὶ βλεπομένων. Ἀποκριθεὶς δὲ ἐρημίτης εἶπεν: Εἰ τὴν ἀρχὴν ζητεῖς, βασιλεῦ, πόθεν μοι γέγονε τῶν προσκαίρων μὲν ὑπεριδεῖν, ὅλον δὲ ἐμαυτὸν ταῖς αἰωνίοις ἐπιδοῦναι ἐλπίσιν, ἄκουσον. ἐν ἡμέραις ἀρχαίαις, ἔτι κομιδῇ νέος ὑπάρχων, ἤκουσά τι ῥῆμα ἀγαθὸν καὶ σωτήριον, καί με κατ̓ ἄκρας τούτου δύναμις εἷλε, καί, ὥσπερ [p. 20] τις θεῖος σπόρος, τούτου μνήμη, τῇ ἐμῇ φυτευθεῖσα καρδίᾳ, ἀχώριστος εἰς ἀεὶ διετηρήθη ὡς καὶ ῥιζωθῆναι, καὶ ἐκβλαστῆσαι, καὶ ὃν ὁρᾷς καρπὸν ἐνεγκεῖν ἐν ἐμοί. δὲ τοῦ ῥήματος 1 δύναμις τοιαύτη τις ἦν: Ἔδοξε, φησί, τοῖς ἀνοήτοις τῶν ὄντων μὲν καταφρονεῖν ὡς μὴ ὄντων, τῶν μὴ ὄντων δὲ ὡς ὄντων ἀντέχεσθαί τε καὶ περιέχεσθαι: μὴ γευσάμενος οὖν τῆς τῶν ὄντων γλυκύτητος, οὐ δυνήσεται τῶν μὴ ὄντων

1 1 Cor. l. 28

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: