previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[169] κακίαν, καὶ πάντα τὰ ἔργα τοῦ παλαιοῦ ἀνθρώπου μισήσας τὰ φθειρόμενα κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, ὡς ἀρτιγέννητον βρέφος τὸ λογικὸν καὶ ἄδολον γάλα τῶν ἀρετῶν ἐπιπόθησον πιεῖν, ἵνα ἐν αὐτῷ αὐξηθῇς, καὶ φθάσῃς εἰς τὴν ἐπίγνωσιν τῶν ἐντολῶν τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς 1 ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, μηκέτι νήπιος ὢν ταῖς φρεσί, κλυδωνιζόμενος καὶ περιφερόμενος τῇ ζάλῃ καὶ 2 τρικυμίᾳ τῶν παθῶν, ἀλλὰ τῇ μὲν κακίᾳ νηπιάζων, πρὸς δὲ τὸ ἀγαθὸν στερέμνιον καὶ 3 πεπαγιωμένον ἔχων τὸν νοῦν, καὶ ἀξίως περιπατῶν τῆς κλήσεως ἧς ἐκλήθης ἐν φυλακῇ τῶν ἐντολῶν τοῦ Κυρίου, ἀποσεισάμενος ἑαυτοῦ καὶ ἀλλοτριώσας τὴν ματαιότητα τῆς προτέρας 4 τέρας ἀναστροφῆς, καθὼς τὰ ἔθνη περιπατεῖ [p. 286] ἐν τῇ ματαιότητι τοῦ νοὸς αὐτῶν, ἐσκοτισμένοι τῇ διανοίᾳ καὶ ἀπηλλοτριωμένοι τῆς δόξης τοῦ Θεοῦ, ὑποτεταγμένοι ταῖς ἐπιθυμίαις αὐτῶν καὶ ἀλόγοις ὁρμαῖς. σὺ δέ, ὥσπερ προσῆλθες Θεῷ 5 ζῶντι καὶ ἀληθινῷ, οὕτω δὴ καὶ ὡς υἱὸς φωτὸς

1 Eph. iv. 13, 14

2 1 Cor. xiv. 20

3 Eph. iv. 1

4 Eph. iv. 17, 18

5 Eph. v. 9

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: