previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[168] ἀναπέμπων Χριστῷ τῷ Θεῷ. 1 Εἶπε δὲ πρὸς αὐτὸν Βαρλαάμ: Εὐλογητὸς Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ ἀναγεννήσας σε εἰς ἐλπίδα ζῶσαν, εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον, καὶ ἀμάραντον, τετηρημένην ἐν [p. 284] οὐρανοῖς, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν διὰ 2 Πνεύματος ἁγίου. σήμερον γὰρ ἐλευθερωθεὶς ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθης τῷ Θεῷ, τὸν ἀρραβῶνα 3 δεξάμενος τῆς αἰωνίου ζωῆς, καί, τὸ σκότος ἀπολιπών, 4 φῶς ἐνεδύσω, καταταγεὶς εἰς τὴν ἐλευθερίαν 5 τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ: Ὅσοι γάρ, φησίν, ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ 6 ὄνομα αὐτοῦ: ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ̓ υἱὸς καὶ κληρονόμος Θεοῦ διὰ Ἰησοῦ Χριστοῦ ἐν 7 Πνεύματι Ἁγίῳ. διό, ἀγαπητέ, σπούδασον ἄσπιλος καὶ ἀμώμητος αὐτῷ εὑρεθῆναι, ἐργαζόμενος 8 τὸ ἀγαθὸν ἐπὶ τῷ θεμελίῳ τῆς πίστεως: πίστις γὰρ χωρὶς ἔργων νεκρά ἐστιν, ὥσπερ καὶ ἔργα 9 δίχα πίστεως, καθὼς καὶ πρότερον μέμνημαι 10 λαλήσας σοι. ἀποθέμενος οὖν λοιπὸν πᾶσαν

1 1 Pet. i. 3, 4

2 Rom. vi. 22

3 Rom. xiii. 12

4 Rom. viii. 21

5 John i. 12

6 Gal. iv. 7

7 2 Pet. iii. 14

8 Jas. ii. 26 Greg. Naz. Orat. xl.

9 p. 146, supra

10 1 Pet. ii. 1, 2

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: