previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[165] καταφθαρέντες καὶ τῆς ὀρθῆς ἐκκλίναντες πίστεως 1 εἰς κόλασιν αἰώνιον ἀπελεύσονται. πίστευε μὴ οὐσίαν τινὰ εἶναι τοῦ κακοῦ βασιλείαν, μηδὲ ἄναρχον αὐτὴν ὑπολάμβανε παῤ ἑαυτῆς ὑποστᾶσαν, παρὰ τοῦ Θεοῦ γενομένην: ἄπαγε τῆς ἀτοπίας: ἀλλ̓ ἡμέτερον ἔργον τοῦτο καὶ τοῦ διαβόλου, ἐκ τῆς ἡμετέρας ἀπροσεξίας ἐπεισελθὸν ἡμῖν διὰ τὸ αὐτεξουσίους ἡμᾶς γεγενῆσθαι, καὶ αὐτοπροαιρέτῳ βουλήσει τοῦτο ἐκλέγεσθαι, εἴτε 2 ἀγαθόν, εἴτε καὶ φαῦλον. πρὸς τούτοις ὁμολόγει ἓν βάπτισμα ἐξ ὕδατος καὶ Πνεύματος εἰς ἄφεσιν ἁμαρτιῶν. Δέχου καὶ τὴν μετάληψιν τῶν ἀχράντων τοῦ Χριστοῦ μυστηρίων, πιστεύων ἐν ἀληθείᾳ σῶμα καὶ αἷμα ὑπάρχειν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, δέδωκε τοῖς πιστοῖς εἰς ἄφεσιν ἁμαρτιῶν. ἐν τῇ 3 νυκτὶ γὰρ παρεδίδοτο, διαθήκην καινὴν διέθετο 4 τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις, καὶ δἰ αὐτῶν πᾶσι τοῖς εἰς αὐτὸν πιστεύουσιν, 5 εἰπών: Λάβετε, φάγετε: τοῦτό ἐστι τὸ σῶμά μου 6 ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν. ὁμοίως δὲ καὶ τὸ ποτήριον λαβὼν δέδωκεν αὐτοῖς, λέγων: Πίετε ἐξ αὐτοῦ πάντες: τοῦτό [p. 280] ἐστι τὸ αἷμά μου, τὸ τῆς καινῆς διαθήκης, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν: τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. αὐτὸς οὖν

1 Mat. xxv. 46

2 Eph. iv. 5

3 1 Cor. xi. 23-25

4 Mat. xxvi. 26-28

5 Mark xiv. 22-24

6 Luke xxii. 19, 20

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: